Καί ελθόντι αυτώ εις τό πέραν εις τήν χώραν τών Γεργεσηνών υπήντησαν αυτώ δύο δαιμονιζόμενοι εκ τών μνημείων εξερχόμενοι, χαλεποί λίαν, ώστε μή ισχύειν τινά παρελθείν διά τής οδού εκείνης. 29 καί ιδού έκραξαν λέγοντες Τί ημίν καί σοί, Ιησού υιέ τού Θεού; ήλθες ώδε πρό καιρού βασανίσαι ημάς; 30 ήν δέ μακράν απ αυτών αγέλη χοίρων πολλών βοσκομένη. 31 οι δέ δαίμονες παρεκάλουν αυτόν λέγοντες Ει εκβάλλεις ημάς, επίτρεψον ημίν απελθείν εις τήν αγέλην τών χοίρων. 32 καί είπεν αυτοίς Υπάγετε. οι δέ εξελθόντες απήλθον εις τήν αγέλην τών χοίρων καί ιδού ώρμησεν πάσα η αγέλη τών χοίρων κατά τού κρημνού εις τήν θάλασσαν, καί απέθανον εν τοίς ύδασιν. 33 οι δέ βόσκοντες έφυγον, καί απελθόντες εις τήν πόλιν απήγγειλαν πάντα καί τά τών δαιμονιζομένων. 34 καί ιδού πάσα η πόλις εξήλθεν εις συνάντησιν τώ Ιησού, καί ιδόντες αυτόν παρεκάλεσαν όπως μεταβή από τών ορίων αυτών. (Θ) Καί εμβάς εις πλοίον διεπέρασεν καί ήλθεν εις τήν ιδίαν πόλιν.
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ: Προς Ρωμαίους, Ι’, 1-10
Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ δέησις ἡ πρὸς τὸν Θεὸν ὑπὲρ τοῦ ᾿Ισραήλ ἐστιν εἰς σωτηρίαν· μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ᾿ οὐ κατ᾿ ἐπίγνωσιν. ἀγνοοῦντες γὰρ τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ τὴν ἰδίαν δικαιοσύνην ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ Θεοῦ οὐχ ὑπετάγησαν. τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι. Μωϋσῆς γὰρ γράφει τὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτω λέγει· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου, τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ᾿ ἔστι Χριστὸν καταγαγεῖν· ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ᾿ ἔστι Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει; ἐγγύς σου τὸ ρῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου· τοῦτ᾿ ἔστι τὸ ρῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ὅτι ἐὰν ὁμολογήσῃς ἐν τῷ στόματί σου Κύριον ᾿Ιησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν.