Αποστολικό και Ευαγγελικό Ανάγνωσμα Κυριακής 8ης Οκτωβρίου 2017

Εὐαγγελικό Ἀνάγνωσμα Κυριακῆς 8 Ὀκτωβρίου 2017, Γ΄ Λουκᾶ (Λουκ. ζ΄ 11-16)

Τῷ καιρῷ ἐκείνῳ, ἐπορεύετο ὁ ᾿Ιησοῦς εἰς πόλιν καλουμένην Ναΐν· καὶ συν­επορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ἱκανοὶ καὶ ὄχλος πολύς. ὡς δὲ ἤγγισε τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς υἱὸς μονογε­νὴς τῇ μητρὶ αὐτοῦ, καὶ αὕτη ἦν χήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ἦν σὺν αὐτῇ. καὶ ἰδὼν αὐτὴν ὁ Κύριος ἐσπλαγχνίσθη ἐπ᾿ αὐτῇ καὶ εἶπεν αὐ­τῇ· μὴ κλαῖε· καὶ προσ­ελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπε· νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. καὶ ἀν­εκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔ­δω­­κεν αὐτὸν τῇ μη­τρὶ αὐ­­τοῦ. ἔλαβε δὲ ­φό­­­βος πάντας καὶ ἐδόξαζον τὸν Θεόν, λέγον­τες ὅτι προ­φήτης μέγας ἐγήγερται ἐν ἡμῖν, καὶ ὅτι ἐπεσκέψατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ.

 

 

============================================================================================

 Αποστολικό Ανάγνωσμα Κυριακής 8 Οκτωβρίου 2017, Β.  Κορ. 9,6-11 

  Τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει.  ἕκαστος καθὼς προαιρεῖται τῇ καρδία, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός. δυνατὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθόν, καθὼς γέγραπται· ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν. ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.  ὁ δὲ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν χορηγήσαι καὶ πληθύναι τὸν σπόρον ὑμῶν καὶ αὐξήσαι τὰ γενήματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ·

 

 

Μπορεί επίσης να σας αρέσει