Αναγνώσματα Κυριακής Η΄Ματθαίου (Ἁγίων Πατέρων της Δ’ Οἰκ. Συνόδου)

Ευαγγελικό Ανάγνωσμα: Ματθ. ε’ 14-19

Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη·15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ.16 Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι.18 Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται.19 Ὅς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Αποστολικό ανάγνωσμα: Προς Τίτον 3, 8-15

Τέκνον Τίτε, Πιστός ο λόγος, και περί τούτων βούλομαί σε διαβεβαιούσθαι• ίνα φροντίζωσι καλών έργων προΐστασθαι οι πεπιστευκότες τω Θεώ. Ταύτα εστι τα καλά και ωφέλιμα τοις ανθρώποις•μωράς δε ζητήσεις και γενεαλογίας και έριες και μάχας νομικάς περιΐστασο• εισί γαρ ανωφελείς και μάταιοι. Αιρετικόν άνθρωπον μετά μίαν και δευτέραν νουθεσίαν παραιτού, ειδώς ότι εξέστραπται ο τοιούτος και αμαρτάνει ων αυτοκατάρκριτος. Όταν πέμψω Αρτεμάν προς σε ή Τυχικόν, σπούδασον ελθείν προς με εις Νικόπολιν• εκεί γαρ κέκρικα παραχειμάσαι. Ζηνάν τον νομικόν και Απολλώ σπουδαίως πρόπεμψον, ίνα μηδέν αυτοίς λείπη. Μανθανέτωσαν δε και οι ημέτεροι καλών έργων προΐστασθαι εις τας αναγκαίας χρείας, ίνα μη ώσιν άκαρποι.

Εωθινόν Ζ΄. Ἰωάν. κ΄, 1-10

Τῇ μιᾷ τῶν Σαββάτων, Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. Τρέχει οὖν, καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον, καὶ πρὸς τὸν ἄλλον Μαθητὴν, ὃν ἐφίλει ὁ ᾿Ιησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν Κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. Ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος Μαθητὴς, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. Ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος Μαθητὴς προέδραμε τάχιον τοῦ Πέτρου, καὶ ἦλθε πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας, βλέπει κείμενα τὰ ὀθόνια· οὐ μέντοι εἰσῆλθεν. Ἔρχεται οὖν Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον, καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον, ἀλλὰ ἐντετυλιγμένον εἰς ἕνα τόπον. Τότε οὖν εἰσῆλθε καὶ ὁ ἄλλος Μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε, καὶ ἐπίστευσεν· Οὐδέπω γὰρ ᾔδεισαν τὴν Γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί.

Μπορεί επίσης να σας αρέσει