Καταπληκτικός λόγος Αγίου Ιωάννου Χρυσοστόμου στα Άγια Θεοφάνεια

Αποτέλεσμα εικόνας για εικονα ιερού χρυσοστόμου

Αγαπητοί μας επισκέπτες.

   Το ωραιότατο κείμενο του Ιερού Χρυσοστόμου που ακολουθεί, και αναφέρεται στα Άγια Θεοφάνεια, καθιστά περιττό κάθε άλλο δικό μας λόγο περί της μεγάλης αυτής Δεσποτικής Εορτής. Δημοσιεύουμε λοιπόν τον λόγον αυτόν, με πολύ χαρά και μάλιστα στο πρωτότυπο, αφού η γλώσσα στην οποία ομιλεί ο Άγιος Ιωάννης είναι προσιτή και στο σημερινό αναγνώστη.

                          *********************************************

   Ἡ πηγὴ τῶν εὐαγγελικῶν διδαγμάτων ἀνεῳγμένους ἔχει τοὺς ῥύακας, καὶ εἴ τις διψῶν πίνει ἐξ ἐκείνης τῆς πηγῆς, καὶ ζωοποιεῖται· ζωοποιεῖται δὲ κατὰ πνεῦμα καὶ τὸν νόμον τῶν ἐντολῶν, εὐφροσύνην ὑπὲρ οἶνον δεχόμενος. Ἀκόρεστος γὰρ ἡ γλυκύτης τῶν πνευματικῶν λογίων· οὐ γὰρ εὐφραίνει κοιλίαν, ἀλλὰ καρδίαν, καὶ λογισμοὺς εὐσεβῶν εἰς φιλοθεΐαν ἄγει. Ἤκουες γὰρ ἀρτίως ἐν τῷ Εὐαγγελίῳ τοῦ Βαπτιστοῦ Ἰωάννου βοῶντος πρὸς τὸ συνελθὸν πανταχόθεν καὶ βαπτιζόμενον τὸ τῶν Ἰουδαίων πλῆθος· Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ὁ ὀπίσω μου ἐρχόμενος· ὀπίσω, διὰ τὸν τόκον τῆς γεννήσεως. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι.
Καὶ ποῖα ὑποδήματα βαστακτέα ὑπεφέρετο ὁ Κύριος, ὅτι ἔλεγεν, Οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι; Ἐνταῦθα ὑποδήματα, τὰ τῆς οἰκονομίας μυστήρια λέγει· ὑποδήματα γὰρ ἡ ἐνανθρώπησις τοῦ Κυρίου προσαγορεύεται…
   Καὶ τούτου μάρτυς ὁ Κύριος διὰ τοῦ προφήτου κράζων· Ἐπὶ τὴν Ἰδουμαίαν ἐκτενῶ τὸ ὑπόδημά μου. Διὰ τοῦτο καὶ ὑποπόδιον ἤκουσεν ἡ τοῦ Κυρίου ἐνανθρώπησις, ὡς ἐπὶ γῆς ὀφθεῖσα, καὶ τὸ τέρμα τῆς γῆς καταλαβοῦσα. Ὅπερ καὶ ὁ προφήτης ἐκ τῶν ἑκατέρων τὴν ἐμφάνειαν ποιούμενος ἐκέκραγεν· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἐγὼ μὲν βαπτίζω ὑμᾶς ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστὶν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί. Οὗ τὸ πτύον ἐν χειρὶ αὐτοῦ· καὶ τὸν μὲν σῖτον συνάξει εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ. Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος, καὶ τὸν ἰσχυρότερον Κύριον σαλπίζοντος, οἱ ὑπ’ αὐτοῦ βαπτιζόμενοι ἀντέβαινον τῷ Ἰωάννῃ, λέγοντες· Ἔχεις ἰσχυρότερόν σού τινα, ὦ προφῆτα; Τί σεαυτὸν συκοφαντεῖς; σὺ τοῦ μεγάλου Ζαχαρίου υἱὸς, σὺ καὶ ἀνθρώποις ποθητὸς,καὶ θηρίοις φοβερός. Ἔχεις ἰσχυρότερόν σού τινα; τί ἀδολεσχεῖς; Οὐκ ἔστι σοῦ ἰσχυρότερος. Σὺ καὶ κατ’ ἐπαγγελίαν ἐτέχθης, σὺ ὑπὸ Γαβριὴλ ἐμηνύθης, σὺ ἐν τῷ θυσιαστηρίῳ ἐφανερώθης, σὺ τὴν γλῶτταν τοῦ γεννήσαντός σε δεθεῖσαν ὑπὸ τοῦ Γαβριὴλ διέλυσας, σὺ Ἰωάννης κέκλησαι, ὃ χάρις Θεοῦ ἑρμηνεύεται. Tί τοίνυν συκοφαντεῖς ἑαυτόν; Οὐκ ἔχεις τὸν ἰσχυρότερόν σου.
   Ὁ δὲ Ἰωάννης, ὡς δοῦλος ὑπὲρ τοῦ Δεσπότου μαρτυρῶν, θεϊκὴν ἀξίαν σφετερίσασθαι μὴ καταδεξάμενος, ἀντεβόα τοῖς ἀντιβαίνουσιν ὄχλοις λέγων· Ὑμεῖς, ὃ οὐκ οἴδατε, λέγετε· ἐγὼ, ὃ οἶδα, μαρτυρῶ. Ἰσχυρότερός μου ἔρχεται. Ἐγὼ δι’ ἐκεῖνον, ἐκεῖνος οὐ δι’ ἐμέ· ἐγὼ ἐκ στείρας, ἐκεῖνος ἐκ παρθένου· ἐγὼ στρατιώτης, ἐκεῖνος βασιλεύς· ἐγὼ πρόδρομος, ἐκεῖνος οὐράνιος· ἐγὼ τὸ Πνεῦμα δεδανεισμένος, ἐκεῖνος ζωὴν παρέχει πᾶσιν ἀνθρώποις· ἐγὼ μετανοίας κήρυξ, ἐκεῖνος υἱοθεσίας δοτήρ· ἐγὼ βαπτίζω ὑμᾶς ἐν ὕδατι, προκαθαίρων ὑμᾶς ὡς σκεύη ῥερυπωμένα ταῖς ἁμαρτίαις, ἐκεῖνος ἐμβαλεῖ τὸ μύρον τῆς χάριτος· Αὐτὸς βαπτίσει ὑμᾶς ἐν Πνεύματι ἁγίῳ καὶ πυρὶ, οὐ καυστικῷ, ἀλλὰ ἁγιαστικῷ. Ἐγὼ νουθεσίας γλῶτταν κινῶ, ἐκεῖνος δικαιοκρισίας πτύον βαστάζων, καὶ τοὺς μὲν δικαίους ὥσπερ σῖτον ὡραῖον ἐν τῇ ἀποθήκῃ τῶν οὐρανῶν ἀνενέγκει, τοὺς δὲ ἁμαρτωλοὺς καὶ μὴ μετανοήσαντας ὡς ἄχυρα τῷ ἀσβέστῳ πυρὶ παραδώσει. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν. Ἐκεῖνον προσμείνατε, παρ’ ἐκείνου τὸ τέλειον δέξασθε βάπτισμα· ἐγὼ λύχνος ἐν μέρει, ἐκεῖνος ἥλιος πανταχοῦ. Ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστί.
   Ταῦτα τοῦ Ἰωάννου παρεγγυῶντος καὶ παραπλήσια τούτων, οἱ ὑπ’ αὐτοῦ βαπτισθέντες ὄχλοι προσέμενον ἀντιβάλλοντες πρὸς ἀλλήλους, καὶ λέγοντες· καρτερήσωμεν καὶ ἴδωμεν τὴν μέλλουσαν διαβαίνειν βασιλείαν ἢ φαντασίαν· ἐφόρτωσεν ἡμῶν τὰς ἀκοὰς Ἰωάννης καταπληκτικοῖς λόγοις· ἰσχυρότερον αὐτοῦ παραγενέσθαι λέγει, πτύον καὶ πῦρ καὶ Πνεῦμα φέροντα.
Ἐν τούτοις τῶν ὄχλων καραδοκούντων κοσμικῆς βασιλείας παρουσίαν, ἑνὶ ὁ τῶν ὅλων Δεσπότης καὶ Θεὸς ἄνωθεν διαβαῖνον, ἰδὲ καὶ ὁ Κύριος τῇ ὄψει τῆς ἐνανθρωπήσεως, μόνος, λιτὸς, μονοχίτων, ὡς εἷς τῶν ὅλων ἀνθρώπων, ἐπὶ τὸν Ἰορδάνην φθάσας, προσέκλινε τὴν κεφαλὴν τῷ Ἰωάννῃ, θέλων ὑπ’ αὐτοῦ βαπτισθῆναι.
   Ταύτην τοίνυν τὴν ταπεινὴν θέαν τῆς τοῦ Χριστοῦ ἐπιστασίας ὁ Βαπτιστὴς Ἰωάννης παρὰ πολλὴν προσδοκίαν θεασάμενος, ἰλιγγίασεν, ἠπόρησε, καὶ ἐξεπλάγη· τόπος φυγῆς περιεβλέπετο, θέλων δραπετεῦσαι· καὶ οὐχ ηὕρησεν· ἀοράτος γὰρ ἦν κρατούμενος καὶ συνεχόμενος· ἐβόα πρὸς τὸν κρατοῦντα Κύριον λέγων·
   Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Τί ποιεῖς, Δέσποτα; Τί προδίδως με τοῖς ὄχλοις εἰς θάνατον; Νῦν ὡς ψευδολόγον. ὄχλοι λιθάσουσιν· ἐγὼ μεγάλα περὶ σοῦ ἐκήρυξα, καὶ σὺ ὡς λιτὸς καὶ ξένος παραγέγονας. Τί ποιεῖς, Δέσποτα; Καὶ ἄνω Υἱὸς βασιλέως, καὶ κάτω Υἱὸς βασιλέως· καὶ οὐδαμῶς σκῆπτρον βασιλικόν; Δεῖξόν σου τὴν ἀξίαν· τί μόνος καὶ λιτὸς παραγέγονας; Ποῦ σου τὸ τῶν ἀγγέλων στῖφος; Ποῦ τὸ τῶν ἀρχαγγέλων τάγμα; Ποῦ σου ἡ ἑξαπτέρυγος τῶν Χερουβὶμ λειτουργία; Ποῦ τὸ πτύον; Ποῦ τὸ πῦρ; Ποῦ σου τὸ Πνεῦμα τὸ ἅγιον; Μωϋσῆν ἐδόξασας, νεφέλην φωτεινὴν παρέστησας, στῦλον πυρὸς πορεύεσθαι αὐτῷ αρεσκεύασας, τὸ πρόσωπον αὐτοῦ ἀγγελικῇ δόξῃ περιήστραψας, τὸν δοῦλον ἐν τοσαύτῃ δόξῃ ἠμφίασας, καὶ σὺ ὁ Δεσπότης ἐν ἰδιωτικῷ σχήματι παραγενόμενος τὴν κεφαλήν μοι προσκλίνεις; Ἀνάνευσον, κεφαλὴ πάντων ὑπάρχεις· δεῖξον ὅπερ εἶς· ἔδειξας τὰ ταπεινὰ, δεῖξον καὶ τὰ ὑψηλά· βάπτισον τοὺς παρόντας, καὶ πρὸ πάντων ἐμέ. Τί βαπτίσαι θέλων;
   Ὁ Ἰορδάνης οὐ δέξεται· ἐγνώρισέ σε τὸν ποιητὴν, ἀνέτρεψε τὰ ῥεῖθρα εἰς τὰ ὀπίσω, οὐ προβαίνει εἰς τὰ ἔμπροσθεν, ἀρνεῖται τὴν τάξιν. Τὰ στοιχεῖα γνωρίζουσι, κἀγὼ μὴ γνωρίσω; Εἰ θέλεις βαπτισθῆναι, ἑαυτὸν βάπτισον. Οὐκ ἐκτείνω τὰς χεῖρας· ἀρνοῦνται τὴν σύνθεσιν, ναρκῶσι, συστέλλονται· ὃ οὐκ ἐδιδάχθησαν κρατεῖν, οὐκ ἐπιδέχονται. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; Οἶδά σε τίς εἶ, καὶ γινώσκεις ὅτι οἶδά σε. Τί με κρύπτεις τὸν εἰδότα σε; Ἐν τῇ νηδύϊ τῆς μητρός μου ὑπάρχων κατεσφαλισμένος, καὶ πρὸ καιροῦ τὴν ἔξοδον μὴ εὑρίσκων, μόνον ἐθεασάμην σε φερόμενον ὑπὸ τῆς παρὰ σοῦ φερομένης· ἐγνώρισά σε, καὶ τί λαλεῖν μὴ εὑρίσκων, τὸ τῆς μητρός μου χρησάμενος στόμα, ἐβόησα δι’ αὐτῆς τὰ ἐμὰ λέγων· Πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἐκεῖ οὐκ ἐσφάλην, καὶ ὧδε οὐ γινώσκω; Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
   Ὁ δὲ Κύριος πρὸς αὐτὸν, καθὼς ἀρτίως ἤκουες. Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες ἄρτι· οὐκ οἶδας ὃ λέγεις· ἐγὼ οἶδα ὃ πραγματεύομαι. Τὴν δόξαν τῆς θεότητός μου ζητεῖς ἀποκαλυφθῆναί σοι· οὐκ ἔχει ὁ καιρός· πάντα καλὰ ἐν καιρῷ αὐτῶν. Σὺ ἀληθεύεις, ἀλλ’ οὐ πιστεύῃ· ἄπιστον γὰρ τὸ τῶν Ἰουδαίων ἔθνος· οὐ γεννήματα ἐχιδνῶν αὐτοὺς προσηγόρευσας; Πῶς οὖν τούτοις ἀνακαλυφθῆναί με θέλεις; Οὐ δέχονταί σου τὴν περὶ ἐμοῦ μαρτυρίαν· ὑπονοοῦσί σε διὰ τὸ ὕποπτον, ὡς εἶναι πρόδρομον. Ἄφες ἄρτι, μείζονα μαρτυρίαν δέξονται. Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην.
   Ὁ δὲ Ἰωάννης λέγει πρὸς αὐτόν· πῶς, Δέσποτα;
  Καὶ ὁ Κύριος πρὸς αὐτόν· ὣσπερ περιετμήθην, ἵνα τὸν νόμον πληρώσω, βαπτίζομαι ἵνα τὴν χάριν κυρώσω. Ἐὰν μέρος πληρώσω, καὶ μέρος καταλείψω, κολοβὸν καταλιμπάνω τὴν οἰκονομίαν· δεῖ με πάντα πληρῶσαι, ἵνα μετὰ ταῦτα γράψῃ Παῦλος. Πλήρωμα νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.
   Ἄφες ἄρτι· οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Ἄφες, Ἰωάννη, τὴν τοῦ ὕδατος φύσιν ἁγιασθῆναι· δεῖ με πάντα πληρῶσαι. Εἰ μὴ ἐγὼ ὑπὸ σοῦ βαπτισθῆναι, οὐ καταδέξεται βασιλεὺς ὑπὸ ἱερέως πτωχοῦ βαπτισθῆναι. Ἄφες ἄρτι, ἄφες ἄνωθεν τὸν Πατέρα ἐπιβοῆσαι. Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἵνα μὴ ἄρχωνται οἱ Ἰουδαῖοι λέγειν υἱὸν τοῦ τέκτονος, ἀλλὰ τοῦ ἐπουρανίου Πατρός. Ἄφες ἄρτι· μὴ ἀντίβαινε τῷ Ἀδάμ· δεύτερος Ἀδὰμ γέγονα, τὸν ἐκείνου ῥύπον τῶν πλημμελημάτων ἐκπλῦναι θέλων· εἰ μὴ ἐγὼ βαπτισθῶ, πῶς ἐκεῖνος καθαρισθήσεται; Διὰ γὰρ τοῦτο καὶ τριάκοντα ἐτῶν βαπτίζομαι, τὸν ἐκείνου χρόνον ἐκδεχόμενος, ἵνα τῷ ἐκείνου τὸ ἐμὸν κυρωθῇ. Ἄφες ἄρτι, ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου· Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων.
 Καὶ ἦν ἰδεῖν θεωρίαν φρικώδη.
   Ἥψατο μὲν τῆς κορυφῆς τοῦ Δεσπότου σύντρομος ὁ Ἰωάννης· ἄνωθεν δὲ οὐρανῶν ἀνοιχθέντων, κατεσκόπουν ἄγγελοι τὸ γενόμενον. Πνεύματος δὲ χάρις ἐν εἴδει περιστερᾶς τῇ τοῦ Δεσπότου κεφαλῇ προσφοιτῶσα, τὴν τοῦ Ἰωάννου δεξιὰν παρωθεῖτο. Εἱστήκει δὲ τὸ πλῆθος ἀπορούμενον ἐπὶ πλέον, καὶ τὸ, τίς ἐστιν οὗτος; Πρὸς ἀλλήλους λαλοῦν. Εἶτα ὡς ἀποκρινάμενος τοῖς πλήθεσι, τίς ἐστιν οὗτος; Πρὸς ἀλλήλους ζητοῦσιν, ἐβόησεν ὁ Πατὴρ, λέγων· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα· αὐτοῦ ἀκούετε. Βοᾷ τὴν εἰς τὸν Υἱὸν ὁ γεννήτωρ φιλοστοργίαν, ἵνα μάθῃς τὴν τοῦ Κτίστου περὶ τὸν κόσμον διάθεσιν, ὅτι τοιοῦτον ὑπὲρ τῶν τοιούτων δούλων Υἱὸν ἀπέδωκεν, ὑπὲρ μισουμένων τὸν ποθούμενον, ὑπὲρ ἁμαρτωλῶν τὸν ἀναμάρτητον, ὑπὲρ ἀδόξων τὸν ἔνδοξον.
Δοξάσωμεν οὖν τὸν ἐπιφανέντα Δεσπότην σὺν τῷ Πατρὶ, καὶ τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, νῦν, καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Συνεχίστε την ανάγνωση

Σύντομη αποφώνηση του πατρός Αποστόλου στην Χριστουγεννιάτικη εορτή των Κατηχητικών

   Στην καταληκτική του ομιλία, μετά τη λήξη της Χριστουγεννιάτικης εορτής των Κατηχητικών Σχολείων της Ενορίας, ο π. Απόστολος αναφέρθηκε στους δύο κόσμους που παρουσίασαν τα μικρά παιδιά σε σκετς. Τον κόσμο της ρωμαϊκής ειδωλολατρικής  περιόδου και τον κόσμο της Βυζαντινής Χριστιανικής εποχής.  Και συμπλήρωσε: «Η μεγάλη αλήθεια που τόσο παραστατικά μας παρουσίασαν τα παιδιά μας σήμερα μεταφερόμενη σε γλώσσα μεγάλων είναι αυτή: Η Ελληνορθοδοξία μας, είναι ο σαρκωθείς και Αναστάς Χριστός μας, παρατεινόμενος  εις τους αιώνας.  Εκτός Χριστού όλα είναι αλύτρωτα, όλα είναι ζοφώδη. Χωρίς Χριστό η ζωή είναι μία κόλαση. Δεν πρέπει να αφήσουμε τους λάγνους νοσταλγούς της φρικιαστικής κόλασης να παρασύρουν εμάς και τα παιδιά μας. Γι΄ αυτό παρακαλώ  θερμώς όλους τους γονείς, να φροντίζουν για την Κατήχηση των παιδιών τους, με ζήλο και με την συνείδηση ότι  το έργο αυτό είναι ότι πολυτιμότερο δύναται να προσφέρουμε στα παιδιά μας. Σύζευξη με την Ενορία μας, με τον Ιερό Ναό μας, με τους Ιερείς μας. Γιατί μακρυά από αυτά, υπάρχει διαστροφή και καταστροφή. Ο έχων ώτα ακούειν, ακουέτω». (Περισσότερα στο βίντεο που ακολουθεί.)

Συνεχίστε την ανάγνωση

Η Χριστουγεννιάτικη εορτή των Κατηχητικών στο Σπυροπούλειο Πνευματικό Κέντρο

   Την Κυριακή 27 Δεκεμβρίου 2015, στο Σπυροπούλειο Πνευματικό Κέντρο της Ενορίας μας, πραγματοποιήθηκε η Χριστουγεννιάτικη εορτή των μικρών παιδιών των Κατηχητικών μας Σχολείων. Στην εορτή τα μικρά παιδιά μας, ύμνησαν τον γεννηθέντα Σωτήρα Χριστό, με την αγνή ψαλμωδία των αγγέλων και προσεκύνησαν  το Ενανθρωπίσαντα Θεό, με την ευλογημένη απλότητα των ποιμένων.

  22 Στην καταληκτική του ομιλία  ο π. Απόστολος αναφέρθηκε στους δύο κόσμους που παρουσίασαν τα μικρά παιδιά σε σκέτς. Τον κόσμο της ρωμαϊκής ειδωλολατρικής  περιόδου και τον κόσμο της Βυζαντινής Χριστιανικής εποχής. Και πρόσθεσε: “Η μεγάλη αλήθεια που τόσο παραστατικά μας παρουσίασαν τα παιδιά μας σήμερα μεταφερόμενη σε γλώσσα μεγάλων είναι αυτή: Η Ελληνορθοδοξία μας, είναι ο σαρκωθείς και Αναστάς Χριστός μας, παρατεινόμενος  εις τους αιώνας. Εκτός Χριστού όλα είναι αλύτρωτα, όλα είναι ζοφώδη. Χωρίς Χριστό η ζωή είναι μία κόλαση. Δεν πρέπει να αφήσουμε τους λάγνους νοσταλγούς της φρικιαστικής κόλασης να παρασύρουν εμάς και τα παιδιά μας. Γι΄ αυτό παρακαλώ  θερμώς όλους τους γονείς, να φροντίζουν για την Κατήχηση των παιδιών τους, με ζήλο και με την συνείδηση ότι  το έργο αυτό είναι ότι πολυτιμότερο δυνάμεθα να προσφέρουμε στα παιδιά μας. Σύζευξη με την Ενορία μας, με τον Ιερό Ναό μας, με τους Ιερείς μας. Γιατί μακρυά από αυτά, υπάρχει διαστροφή και καταστροφή. Ο έχων ώτα ακούειν, ακουέτω.”

Φωτογραφικό υλικό από την εορτή

Συνεχίστε την ανάγνωση

Η Χριστουγεννιάτικη εορτή των κατηχητικών στον Ι.Ναό Αγ. Νικολάου Αλυκών

    Στις 26 Δεκεμβρίου 2015 πραγματοποιήθηκε για δεύτερη χρονιά στον Άγιο Νικόλαο Αλυκών η Χριστουγεννιάτικη εορτή του κατηχητικού σχολείου. Τα παιδιά απήγγειλαν χριστουγεννιάτικα ποιήματα, έψαλλαν ύμνους και τραγούδησαν γιορτινά άσματα. Εντύπωση προκάλεσαν τα όμορφα μηνύματα που μετέδωσαν τα θεατρικά δρώμενα ”Άγγελοι της Άγιας νύχτας” και ”Στη φάτνη της Βηθλεέμ”. Οι γονείς χειροκροτούσαν διαρκώς τα παιδιά τους, τα οποία ενφορούνταν άφθονο ενθουσιασμό. Την εκδήλωση παρουσίασε η πρεσβυτέρα  Όλγα Δημητροπούλου και την χορωδία συντόνισε ο πατήρ Γεράσιμος Δημητρόπουλος. Την εορτή έκλεισε ο πατήρ Απόστολος Δημητρόπουλος που εξέφρασε λόγους αγάπης ενώ επήνεσε την προσπάθεια των παιδιών.
Φωτογραφίες από την εορτή.
Συνεχίστε την ανάγνωση

Η Χριστουγεννιάτικη εγκύκλιος του Σεβασμιωτάτου Μητροπολίτου μας κ. κ. ΧΡΥΣΟΣΤΟΜΟΥ.

ΕΛΛΗΝΙΚΗ ΔΗΜΟΚΡΑΤΙΑ
ΙΕΡΑ ΜΗΤΡΟΠΟΛΙΣ ΠΑΤΡΩΝ
ΕΓΚΥΚΛΙΟΣ 252Η

Χ Ρ Υ Σ Ο Σ Τ Ο Μ Ο Σ
ΕΛΕῼ ΘΕΟΥ ΜΗΤΡΟΠΟΛΙΤΗΣ ΤΗΣ ΑΓΙΩΤΑΤΗΣ
ΚΑΙ ΑΠΟΣΤΟΛΙΚΗΣ ΜΗΤΡΟΠΟΛΕΩΣ ΠΑΤΡΩΝ.                                   

Προς:
το Χριστεπώνυμον Πλήρωμα
τῆς Ἱερᾶς Μητροπόλεως Πατρῶν

Παιδιά μου εὐλογημένα,
Χριστός γεννᾶται δοξάσατε.
Χριστός ἐξ οὐρανῶν ἀπαντήσατε.
Χριστός ἐπί γῆς, ὑψώθητε.
Μέ εὐφροσύνη ὁ ἱερός Ὑμνimageογράφος καλεῖ σήμερα τό ἀνθρώπινο γένος, νά ὑψωθῇ ἀπό τή γῆ, νά ἐλευθimageερωθῇ ἀπό τά φθαρτά, τά ψεύτικα, τά γήινα καί πρόσκαιρα καί νά πανηγυρίσῃ μαζί μέ τούς Ἀγγέλους γιά τήν σωτηρία καί τή λύτρωση.
Ὁ πόθος αἰώνων καί γενεῶν γιά τήν ἔξοδο τοῦ ἀνθρώπου ἀπό τήν ἀπόγνωση καί τήν ὀδύνη τῆς ἁμαρτίας καί ἡ βαθειά καί ἐναγώνια, ἡ μαρτυρική ἀναζήτηση γιά τήν λύτρωση καί τήν σωτηρία, παρεβίασαν τοῦ Οὐρανοῦ τίς πύλες καί ἡ Ἀγάπη σαρκώθηκε. Ὁ Θεός «ἦλθεν ἐπί γῆς καί τοῖς ἀνθρώποις συνανεστράφη».
​Μέ τήν ἐνανθρώπηση τοῦ Θεοῦ, ἐγνώρισαν ὁ οὐρανός καί ἡ γῆ «τό πάντων καινῶν, καινότατον θαῦμα, τό μόνον καινόν ὑπό τόν ἥλιον, δι’ οὗ ἡ ἄπειρος τοῦ Θεοῦ ἐμφανίζεται δύναμις», (Ἅγιος Ἰωάννης ὁ Δαμασκηνός). Εἶδαν τόν ἄσαρκο, τόν ἄναρχο καί αἰώνιο Θεό νά σαρκοῦται, νά εἰσέρχεται στόν χρόνο, νά κενοῦται, νά ἀδειάζῃ δηλαδή, γιά νά κερδίσῃ ὁ ἄνθρωπος τόν παράδεισο, τήν κοινωνία μέ τόν Θεό καί τόν συνάνθρωπό του.
Μετέχομε ὃμως, ἀδελφοί μας σ’αὐτή τήν κένωση τοῦ Θεοῦ κάθε φορά πού γιορτάζουμε Χριστούγεννα, ἀλλά καί κάθε ἡμέρα ἤ μένομε ἀνυποψίαστοι καί μέσα ἀπό στείρους ἑορτασμούς, χωρίς πνευματικό ἀντίκρυσμα, χωρίς οὐσιαστικό βάθος καί χωρίς τήν «καλήν ἀλλοίωσιν», προσπαθοῦμε νά διασκεδάσουμε τά ἀδιέξοδα τῆς ζωῆς μας, ἡ ὁποία πλέον μέσα στό σύγχρονο γίγνεσθαι ἔχει μετατραπεῖ σέ κόλαση;
Δυστυχῶς, εὔκολα διαπιστώνουμε μιά μονομέρεια στούς ἑορτασμούς. Ἡ ὑλικότητα καί ἡ πεζότητα τῆς ζωῆς ἀγκαλιάζουν τόν ὅλον ἄνθρωπο, ὁ ὁποῖος, κατά τόν Ἅγιο Γρηγόριο Νύσσης, ἐνδιαφέρεται, «Διά τάς τρυφάς καί τάς δόξας καί τάς ἐφημέρους τιμάς καί τάς ὠκυμόρους τῆς σαρκός πληροφορίας….» καί ἀγαπᾶ «τήν ἡδονήν καί γαστριμαργίαν καί ἀπληστίαν καί τά ὅμοια…».
Καί ὅμως τό Μυστήριο συνεχίζεται. Ἐκεῖνος ἐπιμένει. Κενοῦται συνεχῶς. Ἡ ἀγάπη δέν μπορεῖ νά πράξῃ διαφορετικά. Ἐνθυμεῖσθε ἀδελφοί μου, τί λέγει ὁ Ἅγιος Ἰωάννης ὁ Θεολόγος; «Ὁ Θεός ἀγάπη ἐστί». Ὁ Κύριος μας, ἔρχεται συνεχῶς. Ἦλθε καί ἐφέτος. Κενοῦται καί σήμερα, μέσα σέ ἕνα κόσμο τυφλωμένο ἀπό τήν ἐγωπάθεια, τήν ὑπερηφάνεια, τή δαιμονική μοναξιά∙ Ἓνα κόσμο πού βιώνει τραγικά τήν ὑπαρξιακή του κρίση παγκοσμίως, ἀλλά καί στή χώρα μας. Σέ μιά ἐποχή οἰκονομικῶν ἀδιεξόδων, τά ὁποῖα ἐδημιούργησε ἡ λατρεία τῆς ὕλης. Σέ μιά ἐποχή ἀπανθρωπιᾶς, τήν ὁποία κατεσκεύασε ἡ θεοποίηση τοῦ ἀνθρώπου καί ἡ ἄσπλαχνη καρδιά. Σέ μιά ἐποχή βίας, πολέμων καί ἀδικίας, τά ὁποῖα ἐτροφοδότησε ἡ ἔλλειψη ἀγάπης καί τό σαρκικό φρόνημα, ὁ βοσκηματώδης βίος, ὅπως λένε οἱ Πατέρες τῆς Ἁγίας μας Ἐκκλησίας.
Τό Μυστήριο τῆς ἄκρας οἰκονομίας καί συγκαταβάσεως τοῦ Θεοῦ συνεχίζεται.
• Γιά νά ξεπεράσωμε τήν ὀδύνη καί τή θλίψη, τήν ἀπελπισία καί τή φθορά.
• Γιά νά ἀποκτήσῃ νόημα ἡ ζωή μας, ἡ ὁποία πνίγεται μέσα στόν ὠκεανό τοῦ ἀπείρου χάους.
• Γιά νά κατανοήσωμε, ὅτι δέν εἶναι ὁ ἂνθρωπος ἓνα λογικό καλάμι ριζωμένο στό βοῦρκο τῆς γῆς, ἀλλά τό πάγκαλο τοῦ Θεοῦ πλᾶσμα γιά χάρη τοῦ ὁποίου, «ὁ Δεσπότης πάντων, ἐφάνη ἐπί γῆς ταπεινός ἄνθρωπος καί τό Αἷμα Αὐτοῦ ὑπέρ τοῦ ἀνθρώπου ἐξέχεε».
• Γιά νά μπορέσωμε νά ἀγαπήσωμε τόν ἀδελφό μας, ὃποιος καί ἀν εἶναι, ἀδιακρίτως φυλῆς, γλώσσης καί κοινωνικῆς τάξεως, ὑπερνικώντας τά ἐγωιστικά καί ρατσιστικά σύνδρομα πού μᾶς ἔχουν ἐγκλωβίσει στά τείχη τοῦ θανάτου.
• Γιά νά ἀντιληφθοῦμε, ὅτι οἱ ὁποιεσδήποτε «κρίσεις» ἀντιμετωπίζονται μέ τήν ἀγάπη πού θυσιαστικά προσφέρεται, ὥστε μέσα ἀπό αὐτήν τήν προσφορά, νά ἀτενίσῃ ἡ ψυχή τόν οὐρανό.
• Γιά νά κοινωνήσωμε, συντελόντι εἰπεῖν, μέ τό Θεό, νά γίνωμε δηλαδή, ὅμαιμοι καί σύσσωμοι Αὐτοῦ, «κατά χάριν Θεοί».
Ἀδελφοί μου, ἂς κάνωμε σήμερα, Χριστούγεννα καί κάτι ἀκόμα. Ἂς ἀφήσωμε τόν νοῦ μας νά βρεθῇ κοντά στούς ἀδελφούς μας τῆς Μέσης Ἀνατολῆς, πού ὑφίστανται πολλάς βασάνους καί ποικίλα μαρτύρια γιά τήν ἀγάπη τοῦ Σαρκωθέντος Κυρίου μας.
Ἂς σκεφθοῦμε, ἰδιαιτέρως σήμερα, ὃλους τούς ἀδελφούς μας, χριστιανούς ἢ μή, θύματα βίας, πολέμου καί τρομοκρατίας, τούς ξεριζωμένους, τούς πρόσφυγες, τούς κατατρεγμένους πού θαλασσοδέρνονται γιά νά δοῦν (ἄν δοῦν), καλύτερες ἡμέρες. Ὁ θρῆνος τους καί ὁ κλαυθμός τους εἶναι μάχαιρα κατά τῆς, δῆθεν πολιτισμένης ἀνθρωπότητος, ἡ ὁποία ἐξέλαβε τόν ἂνθρωπο, ὡς ἀριθμό καί ὃχι ὡς πρόσωπο, ὡς ἀναλώσιμο ὑλικό καί ὃχι ὡς εἰκόνα Θεοῦ.
Τά γεγονότα πού διαδραματίζονται στόν πλανήτη μας πλέον καί οἱ εἰκόνες πού καθημερινῶς κάνουν τόν γύρο τοῦ κόσμου δείχνουν περίτρανα τόν εὐτελισμό τῆς ζωῆς καί τό ἂστατο μιᾶς πορείας χωρίς Θεό.
Ὃλα αὐτά, ἐξαιρέτως σήμερα, ἡμέρα τῶν Χριστουγέννων, θέτουν ὃλους μας πρό τῶν πνευματικῶν καί ἂλλων εὐθυνῶν μας καί μᾶς ὑποχρεώνουν, τοὐλάχιστον, σέ θερμή προσευχή γιά μετάνοια καί σωτηρία τοῦ κόσμου.
Ἀδελφοί μου, ἂς ἑορτάσωμε τήν λαμπρά ἡμέρα καί ἑορτή τῆς τοῦ Θεοῦ ἐπιφανείας πνευματικά καί ὄχι κοσμικά. Οὐράνια καί ὄχι γήινα. Ἂς πανηγυρίσωμε μαζί μέ τούς Ἀγγέλους καί τούς Ἁγίους, γιά τοῦ Θεοῦ «τήν φιλάνθρωπον κένωσιν» καί ἂς ἀκούσωμε ἐν εὐφροσύνῃ τήν χαρμόσυνη ὑμνωδία, ἡ ὁποία τήν Θεολογία τῆς Ἐκκλησίας «ἐν ἄσμασι πρός σωτηρίαν προσφέρει» καί ἂς τήν κάνωμε ὑπόθεση ζωῆς.
«Χριστός γεννᾶται δοξάσατε.
Χριστός ἐξ οὐρανῶν ἀπαντήσατε.
Χριστός ἐπί γῆς, ὑψώθητε
Ἄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ,
καί ἐν εὐφροσύνῃ ἀνυμνήσατε λαοί,
ὅτι δεδόξασται».

Σᾶς ἀσπάζομαι μέ ἀγάπη πατρική.
Χρόνια πολλά καί εὐλογημένα.
ΧΡΙΣΤΟΥΓΕΝΝΑ 2015
Ο ΜΗΤΡΟΠΟΛΙΤΗΣ

Ο ΠΑΤΡΩΝ  ΧΡΥΣΟΣΤΟΜΟΣ

 

 

 

Συνεχίστε την ανάγνωση