Εἰς τὴν ὄρχησιν τῆς Ἡρωδιάδος,
καὶ εἰς τὴν ἀποτομὴν τῆς κεφαλῆς Ἰωάννου τοῦ Προδρόμου καὶ Βαπτιστοῦ
Ὥσπερ τις ἀνὴρ φιλέρημος ἔν τινι τόπῳ ἀλσώδει ὑπὸ δένδρα σκιαζόμενος, ταῖς τῶν ὀρνέων καλλιφώνοις κλαγγαῖς, καὶ ταῖς τῶν ὑδάτων εὐήχοις ῥοαῖς κυλινδούμενος πρᾶον ἔχει τὸ φρόνημα, πᾶσιν ἀνθρώποις ὁ τοιοῦτος ἀρέσκει· οὕτω καὶ ἡμεῖς ταῖς προλαβούσαις ἡμέραις τῇ πραείᾳ τοῦ Πνεύματος αὔρᾳ παρακαλούμενοι, τὰ περὶ ἐλεημοσύνης ὑμῖν διελεγόμεθα.
Ὅτε δὲ τὸ Εὐαγγέλιον ἐκήρυξε τὴν Ἡρώδου παραφροσύνην, καὶ γυναικῶν ἀσέλγειαν, καὶ κῶμον ἀνδρῶν παραφρόνων, καὶ τράπεζαν ἐναγῆ, καὶ δῶρον ἀθέμιτον, καὶ ἔργον ἀνόσιον, καὶ κηδείαν σώματος σεμνοτάτου, ἄλλος ἐξ ἄλλου γεγένημαι.
Ἐνεὸς γὰρ γίνομαι, ἀγαπητοὶ, ὅταν ὑπ’ ὄψιν ἐμαυτοῦ ἀγάγω τὰ ὑπὸ Ἡρώδου γεγενημένα πράγματα· εἴ γε ἔστιν ἐκεῖνα λέγειν πράγματα, καὶ μὴ τραύματα, τοῦ τοιαῦτα δεδρακότος πράγματα.
Ἐν ἐκείνῳ, φησὶ, τῷ καιρῷ ἤκουσεν Ἡρώδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης, ὃν ἐγὼ ἀπεκεφάλισα. Αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ὁμολογεῖ τοῦ προφήτου τὸν φόνον, ὃν οὐ δύ ναται ψεύσασθαι· καὶ ᾔδει ὃν ἀπέκτεινεν, ὅτι προφήτης ἐστὶ, καὶ ἀνὴρ δίκαιος.
Εἰ μὴ γὰρ ἐγίνωσκεν, οὐκ ἂν ἔλεγεν αὐτὸν ἐκ νεκρῶν ἐγηγέρθαι, καὶ διὰ τοῦτο τὰς δυνάμεις ἐν αὐτῷ ἐνεργεῖν. Ὢ συνειδήσεως κακῆς· ἐπὶ οἱῳδήποτε φόνῳ ὁ αὐτὸς μαρτυρεῖ ἑαυτῷ; ὢ συνειδήσεως κακῆς συζώσης ψυχῇ μιαρᾷ, καὶ κολαζούσης ἕως θανάτου, καὶ μετὰ θάνατον ἀπαραίτητα κρινούσης.
Καὶ διὰ ποίαν αἰτίαν ἀπέκτεινε τὸν προφήτην; Ὅτι κήρυξ τῆς ἀληθείας ἐγένετο, καὶ τὴν παράνομον αὐτοῦ πρᾶξιν διὰ τοῦ ἐλέγχου ἐβούλετο λύειν· καὶ ὃν ἔδει ὡς βασιλέα φύλακα εἶναι τῶν ἐντολῶν τοῦ Θεοῦ, αὐτὸς τῇ ἀκηράτῳ τῶν ἡδονῶν ἀταξίᾳ τοὺς νόμους παρέλυε. Βασιλεὺς γὰρ ἐκεῖνός ἐστιν, ὁ νόμους δικαίους ἐκπέμπων, πρῶτον δὲ πράττων, οὐδὲ παραχαράττων.
Πῶς γὰρ ἂν ἄλλως τὸν ὑπ’ αὐτοῦ ἀρχόμενον κόσμον εἰς εὐταξίαν ῥυθμίσειεν, ἐὰν μὴ δικαίοις νόμοις καθάπερ ἡνίαις τὸ δυσήνιον γένος τῶν ἀνθρώπων χαλιναγωγήσῃ;
Ἡρώδης δὲ βασιλεὺς ὢν οὐ λαῶν, ἀλλ’ ἡδονῶν, μᾶλλον δὲ δοῦλος τῶν ἡδονῶν (Ὧ γάρ τις ἥττηται, τούτῳ καὶ δεδούλωται), οὐ μόνον τὸν νόμον τοῦ Θεοῦ παρέλυεν, ἀλλὰ καὶ φόνον ἀδίκως ἐτέκταινε.

Κύριος είπε: «Όπου είναι συναγμένοι δύο ή τρεις στο όνομά μου, εκεί είμαι κι εγώ ανάμεσά τους» (Ματθ. 18:20). Ώστε, λοιπόν, δεν βρίσκονται δύο-τρεις ενωμένοι στο όνομά Του; Βρίσκονται, αλλά σπάνια. Άλλωστε δεν μιλάει για μιαν απλή τοπική σύναξη και ένωση ανθρώπων. Δεν ζητάει μόνο αυτό. Θέλει, μαζί με την ένωση, να υπάρχουν στους συναγμένους και οι άλλες αρετές. Μ’ αυτά τα λόγια, δηλαδή, θέλει να πει: «Αν κάποιος θα έχει Εμένα σαν βάση και προϋπόθεση της αγάπης του στον πλησίον, και μαζί μ’ αυτήν την αγάπη έχει και τις άλλες αρετές, τότε θα είμαι μαζί του».