Το στάδιον των αρετών ηνέωκται

(Ψάλλει ο Δημήτριος Μαγούρης)

 «Το στάδιον των αρετών ηνέωκται, οι βουλόμενοι αθλήσαι εισέλθετε, αναζωσάμενοι τον καλόν της Νηστείας αγώνα· οι γαρ νομίμως αθλούντες, δικαίως στεφανούνται, και αναλαβόντες την πανοπλίαν του Σταυρού, τω εχθρώ αντιμαχησώμεθα, ως τείχος άρρηκτον κατέχοντες την Πίστιν, και ως θώρακα την προσευχήν, και περικεφαλαίαν την ελεημοσύνην, αντί μαχαίρας την νηστείαν, ήτις εκτέμνει από καρδίας πάσαν κακίαν. Ο ποιων ταύτα, τον αληθινόν κομίζεται στέφανον, παρά του Παμβασιλέως Χριστού, εν τη ημέρα της Κρίσεως».

Συνεχίστε την ανάγνωση

Μη αποστρέψης απο του προσώπου σου… (Δημήτριος Γαλάνης)

(Ψάλλει ο Δημήτριος Γαλάνης)

“Μη αποστρέψης το πρόσωπόν σου από του παιδός σου, ότι θλίβομαι, ταχύ επάκουσόν μου. Πρόσχες τη ψυχή μου και λύτρωσαι αυτήν”

Συνεχίστε την ανάγνωση

Στιχηρά ιδιόμελα των αίνων Κυριακής των Απόκρεω

“Εννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅταν μέλλωμεν πάντες, γυμνοὶ καὶ ὡς κατάκριτοι, τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι, τότε σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων ἐξαναστήσονται, καὶ ἡλικίᾳ μίᾳ πάντες γενήσονται, καὶ πάντων τὰ κρυπτὰ φανερὰ παρίστανται ἐνώπιόν σου, καὶ κόψονται, καὶ κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπελεύσονται, οἱ μηδέποτε μετανοήσαντες· καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει, ὁ τῶν Δικαίων κλῆρος, εἰσελεύσεται εἰς παστάδα οὐράνιον”.

“Ω ποία ώρα τότε, καί ημέρα φοβερά, όταν καθίση ο Κριτής επί θρόνου φοβερού! Βίβλοι ανοίγονται, καί πράξεις ελέγχονται, καί τά κρυπτά τού σκότους δημοσιεύονται, Άγγελοι περιτρέχουσιν, επισυνάγοντες πάντα τά έθνη. Δεύτε ακούσατε βασιλείς καί άρχοντες, δούλοι καί ελεύθεροι, αμαρτωλοί καί δίκαιοι, πλούσιοι καί πένητες, ότι έρχεται Κριτής, ο μέλλων κρίναι πάσαν τήν οικουμένην, καί τίς υποστήσεται από προσώπου αυτού, όταν Άγγελοι παρίστανται, ελέγχοντες τάς πράξεις, τάς διανοίας, τάς ενθυμήσεις, τά εν νυκτί καί εν ημέρα; ώ ποία ώρα τότε! Άλλά πρό τού φθάσαι τό τέλος, σπούδασον κράζουσα, ψυχή Ο Θεός, επίστρεψον, σώσόν με, ως μόνος εύσπλαγχνος.”

Συνεχίστε την ανάγνωση

Δοξαστικό αίνων Κυριακής των Απόκρεω

Προκαθάρωμεν ἑαυτούς, ἀδελφοί, τῇ βασιλίδι τῶν ἀρετῶν· ἰδοὺ γὰρ παραγέγονε, πλοῦτον ἡμῖν ἀγαθῶν κομίζουσα, τῶν παθῶν κατευνάζει τὰ οἰδήματα, καὶ τῷ Δεσπότῃ καταλλάττει τοὺς πταίσαντας· διὸ μετ’ εὐφροσύνης ταύτην ὑποδεξώμεθα, βοῶντες Χριστῷ τῷ Θεῷ, ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, ἀκατακρίτους ἡμᾶς διαφύλαξον, δοξολογοῦντάς σε τὸν μόνον ἀναμάρτητον.

 

Συνεχίστε την ανάγνωση

Η ΓΕΝΝΗΣΗ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΑΣ (Κανόνας Χριστουγέννων)

 “Ἡ γέννησίς σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν· Κύριε δόξα σοι.”

Χριστός γεννάται δοξάσατε• Χριστός εξ ουρανών απαντήσατε• Χριστός επί γης υψώθητε. Άσατε τω Κυρίω πάσα η γη, και εν ευφροσύνη, ανυμνήσατε λαοί, ότι δεδόξασται…

 

Συνεχίστε την ανάγνωση