Ἀναγνώσματα Κυριακῆς 2 Ὀκτωβρίου 2023,

† ΚΥΡΙΑΚΗ ΙΖ΄ (Β΄ ΛΟΥΚΑ). Ἀνανίου ἀποστόλου, Ῥωμανοῦ τοῦ μελῳδοῦ (ϛ΄ αἰ.) καὶ ποιητοῦ τῶν κοντακίων. Ἰωάννου ὁσίου τοῦ Κουκουζέλους. 

Ήχος πλ. β. Εωθινόν ΣΤ΄

Ευαγγέλιον: Λουκ. ς΄ 31-36

31 καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁ­­­μοίως. 32 καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγα­πῶντας ὑμᾶς, ποία ὑ­μῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτω­λοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσι. 33 καὶ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσι. 34 καὶ ἐὰν δανείζητε παρ᾿ ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστί; καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν ἵνα ἀπο­λάβωσι τὰ ἴσα. 35 πλὴν ἀγαπᾶτε τοὺς ἐ-χ­θροὺς ὑμῶν καὶ ἀγαθοποι­εῖτε καὶ δανείζετε μηδὲν ἀ­­πελπίζοντες, καὶ ἔσται ὁ μι­σθὸς ὑμῶν πολύς, καὶ ἔσε­σθε υἱοὶ ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀ­­­χαρίστους καὶ πονηρούς. 36 Γίνεσθε οὖν οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν οἰ­­κτίρμων ἐστί.

Απόστολος: Β΄ Κορ. ς΄ 16 – ζ΄ 1

… ὑμεῖς γὰρ ναὸς Θεοῦ ἐστε ζῶντος, καθὼς εἶπεν ὁ Θεὸς ὅτι ἐνοικήσω ἐν αὐ­­­­­­­­­­­­­­­­­­­­­τοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν Θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. 17 διὸ ἐξέλθετε ἐκ μέσου αὐτῶν καὶ ἀφορίσθητε, λέγει Κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, κἀγὼ εἰσδέξομαι ὑμᾶς, 18 καὶ ἔσομαι ὑμῖν εἰς πατέρα, καὶ ὑμεῖς ἔσεσθέ μοι εἰς υἱοὺς καὶ θυγατέρας, λέγει Κύριος παντοκράτωρ. ιζ΄ 1 Ταύτας οὖν ἔχοντες τὰς ἐπαγγελίας, ­ἀγαπητοί, καθαρίσωμεν ἑαυτοὺς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, ­ἐπιτελοῦντες ἁγιωσύνην ἐν φόβῳ Θεοῦ.

Μπορεί επίσης να σας αρέσει