ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ: ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΙΘ, 25 – 27 & ΚΑ,24-25
25 Οι μέν ούν στρατιώται ταύτα εποίησαν. ειστήκεισαν δέ παρά τώ σταυρώ τού Ιησού η μήτηρ αυτού καί η αδελφή τής μητρός αυτού, Μαρία η τού Κλωπά καί Μαρία η Μαγδαληνή. 26 Ιησούς ούν ιδών τήν μητέρα καί τόν μαθητήν παρεστώτα όν ηγάπα, λέγει τή μητρί αυτού Γύναι, ίδε ο υιός σου, 27 είτα λέγει τώ μαθητή Ιδού η μήτηρ σου. καί απ εκείνης τής ώρας έλαβεν ο μαθητής αυτήν εις τά ίδια.
24 Ούτός εστιν ο μαθητής ο μαρτυρών περί τούτων καί γράψας ταύτα, καί οίδαμεν ότι αληθής εστιν η μαρτυρία αυτού. 25 έστι δέ καί άλλα πολλά όσα εποίησεν ο Ιησούς, άτινα εάν γράφηται καθ έν, ουδέ αυτόν οίμαι τόν κόσμον χωρήσαι τά γραφόμενα βιβλία. Αμήν.
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ: Α΄Επιστολή Ιωάννου Δ’ 12-19
Θεὸν οὐδεὶς πώποτε τεθέαται· ἐὰν ἀγαπῶμεν ἀλλήλους, ὁ Θεὸς ἐν ἡμῖν μένει καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. ἐν τούτῳ γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ πατὴρ ἀπέσταλκε τὸν υἱὸν σωτῆρα τοῦ κόσμου. ὃς ἂν ὁμολογήσῃ ὅτι ᾿Ιησοῦς ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν αὐτῷ μένει καὶ αὐτὸς ἐν τῷ Θεῷ. καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν ἀγάπην ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν. ῾Ο Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ ἐν τῷ Θεῷ μένει καὶ ὁ Θεὸς ἐν αὐτῷ. ᾿Εν τούτῳ τετελείωται ἡ ἀγάπη μεθ᾿ ἡμῶν, ἵνα παρρησίαν ἔχωμεν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὅτι καθὼς ἐκεῖνός ἐστι, καὶ ἡμεῖς ἐσμεν ἐν τῷ κόσμῳ τούτῳ. φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ, ἀλλ᾿ ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται ἐν τῇ ἀγάπῃ. ῾Ημεῖς ἀγαπῶμεν αὐτόν, ὅτι αὐτὸς πρῶτος ἠγάπησεν ἡμᾶς.