Αναγνώσματα Κυριακής ΙΓ’ Κυριακής Λουκά

Εορτάζοντες Άγιοι: Ο Άγιος Κλήμης,  Ιερομάρτυρας και  Επίσκοπος Ρώμης. Ο Άγιος Πέτρος, Ιερομάρτυρας και Αρχιεπίσκοπος Αλεξανδρείας.  Ήχος πλ. β΄. Εωθινόν Α΄.

Ευαγγελικό Ανάγνωσμα:  Κατά Λουκά ΙΗ’, 18-27

Καὶ ἐπηρώτησέ τις αὐτὸν ἄρχων λέγων· διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; εἶπε δὲ αὐτῷ ὁ ᾿Ιησοῦς· τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. τὰς ἐντολὰς οἶδας· μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. ὁ δὲ εἶπε· ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ἀκούσας δὲ ταῦτα ὁ ᾿Ιησοῦς εἶπεν αὐτῷ· ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι. ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. ἰδὼν δὲ αὐτὸν ὁ ᾿Ιησοῦς περίλυπον γενόμενον εἶπε· πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ!
εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ραφίδος εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. εἶπον δὲ οἱ ἀκούσαντες· καὶ τίς δύναται σωθῆναι; ὁ δὲ εἶπε· τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ παρὰ τῷ Θεῷ ἐστιν.

[Όταν λοιπόν λέγει, «κανείς δεν είναι αγαθός», δεν το λέγει αυτό με σκοπό να αποκλείσει τον εαυτό του από το να είναι αγαθός, μη σκεφθείς κάτι τέτοιο· διότι δεν είπε, «για ποιον λόγο με ονομάζεις αγαθό; Δεν είμαι αγαθός» αλλ΄ ότι «κανείς δεν είναι αγαθός»· δηλαδή κανείς από τους ανθρώπους. Αλλά και αυτό ακόμη όταν το λέγει, δεν το λέγει για να αποκλείσει τους ανθρώπους από την αγαθότητα, αλλά το λέγει εν συγκρίσει προς την αγαθότητα του Θεού. Για τον λόγο αυτό και πρόσθεσε· «παρά μόνο ένας, ο Θεός». Και δεν είπε «παρά μόνον ο Πατήρ μου» για να μάθεις ότι δεν φανέρωσε τον εαυτό του εις τον νεανίσκο]. (Ιερός Χρυσόστομος)

Αποστολικό Ανάγνωσμα: Εφεσίους  Β’, 4-10

ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ· χάριτί ἐστε σεσωσμένοι· καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ ᾿Ιησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς  ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ’ ἡμᾶς ἐν Χριστῷ ᾿Ιησοῦ. τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι διὰ τῆς πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ ᾿Ιησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

Μπορεί επίσης να σας αρέσει