ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ: Λουκά 16, 19-31
19 Άνθρωπος δε τις ήν πλούσιος, και ενεδιδύσκετο πορφύραν και βύσσον ευφραινόμενος καθ’ ημέραν λαμπρώς. 20 πτωχός δε τις ήν ονόματι Λάζαρος, ός εβέβλητο προς τόν πυλώνα αυτού ηλκωμένος 21 και επιθυμών χορτασθήναι από των ψιχίων των πιπτόντων από της τραπέζης του πλουσίου· αλλά και οι κύνες ερχόμενοι επέλειχον τα έλκη αυτού. 22 εγένετο δε αποθανείν τον πτωχόν καί απενεχθήναι αυτόν υπό των αγγέλων εις τον κόλπον Αβραάμ· απέθανε δε και ο πλούσιος και ετάφη. 23 και εν τω άδη επάρας τους οφθαλμούς αυτού, υπάρχων εν βασάνοις, ορά Αβραάμ από μακρόθεν καί Λάζαρον εν τοίς κόλποις αυτού. 24 και αυτός φωνήσας είπε· πάτερ Αβραάμ, ελέησόν με και πέμψον Λάζαρον ίνα βάψη το άκρον του δακτύλου αυτού ύδατος καί καταψύξη την γλώσσαν μου, ότι οδυνώμαι εν τή φλογί ταύτη. 25 είπε δε Αβραάμ· τέκνον, μνήσθητι ότι απέλαβες σύ τα αγαθά σου εν τη ζωή σου, και Λάζαρος ομοίως τα κακά· νύν δε ώδε παρακαλείται, σύ δε οδυνάσαι· 26 και επί πάσι τούτοις μεταξύ ημών και υμών χάσμα μέγα εστήρικται, όπως οι θέλοντες διαβήναι ένθεν πρός υμάς μή δύνωνται, μηδέ οι εκείθεν προς ημάς διαπερώσιν. 27 είπε δε· ερωτώ ούν σε, πάτερ, ίνα πέμψης αυτόν εις τόν οίκον του πατρός μου· 28 έχω γαρ πέντε αδελφούς· όπως διαμαρτύρηται αυτοίς, ίνα μη και αυτοί έλθωσιν εις τόν τόπον τούτον της βασάνου. 29 λέγει αυτώ Αβραάμ· έχουσι Μωϋσέα και τους προφήτας· ακουσάτωσαν αυτων. 30 ο δε είπεν· ουχί, πάτερ Αβραάμ, αλλ’ εάν τις από νεκρών πορευθή πρός αυτούς, μετανοήσουσιν. 31 είπε δέ αυτώ· ει Μωϋσέως και των προφητών ουκ ακούουσιν, ουδὲ εάν τις εκ νεκρών αναστή πεισθήσονται.
ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ: Γαλ. 1, 11-19
Ἀδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ’ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι’ ἀποκαλύψεως Ἰησοῦ Χριστοῦ. Ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ ᾿Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. Ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.