Των Θεοφόρων Πατέρων της Ζ΄εν Νικαία Οικουμενικής Συνόδου (787), Κάρπου, Παπύλου, Αγαθοδώρου και Αγαθονίκης των Μαρτύρων(251), Χρυσής νεομάρτυρος της εκ Μογλγενών(1795),Μελετίου Αλεξανδρείας (του Πηγά)
ΗΧΟΣ: Πλάγ. Δ΄ Εωθινόν ΣΤ΄
Ευαγγελικό Ανάγνωσμα: Λουκ. η΄ 4-15
Εἶπεν ὁ Κύριος τήν παραβολήν ταύτην· 5 ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό· 6 καὶ ἕτερον ἔπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα· 7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό. 8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησε καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. 9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τίς εἴη ἡ παραβολὴ αὕτη; 10 ὁ δὲ εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ Θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσι καὶ ἀκούοντες μὴ συνιῶσιν. 11 ἔστι δὲ αὕτη ἡ παραβολή· ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ Θεοῦ· 12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν. 13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσι, μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ρίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσι καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται. 14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσι. 15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσι καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
Αποστολικό Ανάγνωσμα: Προς Τίτον 3, 8-15
«Τέκνον Τίτε, πιστός ο λόγος, και περί τούτων βούλομαί σε διαβεβαιούσθαι• ίνα φροντίζωσι καλών έργων προΐστασθαι οι πεπιστευκότες τω Θεώ. Ταύτα εστι τα καλά και ωφέλιμα τοις ανθρώποις• 9. μωράς δε ζητήσεις και γενεαλογίας και έριες και μάχας νομικάς περιΐστασο• εισί γαρ ανωφελείς και μάταιοι. 10. Αιρετικόν άνθρωπον μετά μίαν και δευτέραν νουθεσίαν παραιτού, 11. ειδώς ότι εξέστραπται ο τοιούτος και αμαρτάνει ων αυτοκατάρκριτος. 12. Όταν πέμψω Αρτεμάν προς σε ή Τυχικόν, σπούδασον ελθείν προς με εις Νικόπολιν• εκεί γαρ κέκρικα παραχειμάσαι. 13. Ζηνάν τον νομικόν και Απολλώ σπουδαίως πρόπεμψον, ίνα μηδέν αυτοίς λείπη. 14. Μανθανέτωσαν δε και οι ημέτεροι καλών έργων προΐστασθαι εις τας αναγκαίας χρείας, ίνα μη ώσιν άκαρποι. 15. Ασπάζονταί σε οι μετ΄ εμού πάντες. Άσπασαι τους φιλούντας ημάς εν πίστει. Η χάρις μετά πάντων υμών• Αμήν».