Κυριακή μετά την Ύψωση του Τιμίου Σταυρού

Νικήτα μεγαλομάρτυρος (+72), Φιλοθέου οσίου (ι΄αιών), Πορφυρίου του απο μίμων, Βησσαρίωνος Λαρίσης, Συμεών Θεσ/ης (1429), Ιωάννου νεομάρτυρος του Κρητός (181).  ΗΧΟΣ: Β΄.  ΕΩΘΙΝΟΝ Β΄.

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ: Μάρκ. η 34 – θ 1

Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυ­ρὸν αὐτοῦ, καὶ ­ἀκολουθεί­τω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ­ψυ­χὴν αὐτοῦ σῶσαι, ἀπο­λέσει αὐτήν· ὃς δ᾿ ἂν ἀ­πο­λέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνε­κεν ἐμοῦ καὶ τοῦ εὐαγγελί­­ου, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ­ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ­ζημιωθῇ τὴν ψυχὴν αὐ­τοῦ; ἢ τί δώσει ­ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐ­τοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέ­γω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ: Γαλ. β´ 16-20

Ἀδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾽Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾽Ιησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, ὅτι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σάρξ. Εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἄρα Χριστὸς ἁμαρτίας διάκονος; Μὴ γένοιτο. Εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. Ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

ΕΩΘΙΝΟΝ Β.:  ΜΑΡΚ. 16,1-8

Διαγενομένου τού σαββάτου, Μαρία η Μαγδαληνή καί Μαρία η τού Ιακώβου καί Σαλώμη ηγόρασαν αρώματα, ίνα ελθούσαι αλείψωσιν αυτόν. καί λίαν πρωϊ τή μιά τών σαββάτων έρχονται επί τό μνημείον ανατείλαντος τού ηλίου. καί έλεγον πρός εαυτάς, Τίς αποκυλίσει ημίν τόν λίθον εκ τής θύρας τού μνημείου; καί αναβλέψασαι θεωρούσιν ότι αποκεκύλισται ο λίθος, ήν γάρ μέγας σΦόδρα. καί εισελθούσαι εις τό μνημείον, είδον νεανίσκον καθήμενον εν τοίς δεξιοίς, περιβεβλημένον στολήν λευκήν, καί εξεθαμβήθησαν. ο δέ λέγει αυταίς, Μή εκθαμβείσθε, Ιησούν ζητείτε τόν Ναζαρηνόν τόν εσταυρωμένον, ηγέρθη, ουκ έστιν ωδε, ίδε, ο τόπος όπου έθηκαν αυτόν, αλλ’ υπάγετε, είπατε τοίς μαθηταίς αυτού καί τώ Πέτρω, ότι Προάγει υμάς εις τήν Γαλιλαίαν, εκεί αυτόν όψεσθε, καθώς είπεν υμίν. Καί εξελθούσαι ταχύ έφυγον από τού μνημείου, είχε δέ αυτάς τρόμος καί έκστασις, καί ουδενί ουδέν είπον, εφοβούντο γάρ.

Μπορεί επίσης να σας αρέσει