Στιχηρά ιδιόμελα των αίνων Κυριακής των Απόκρεω

“Εννοῶ τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, ὅταν μέλλωμεν πάντες, γυμνοὶ καὶ ὡς κατάκριτοι, τῷ ἀδεκάστῳ Κριτῇ παρίστασθαι, τότε σάλπιγξ ἠχήσει μέγα, καὶ τὰ θεμέλια τῆς γῆς σεισθήσονται, καὶ οἱ νεκροὶ ἐκ τῶν μνημάτων ἐξαναστήσονται, καὶ ἡλικίᾳ μίᾳ πάντες γενήσονται, καὶ πάντων τὰ κρυπτὰ φανερὰ παρίστανται ἐνώπιόν σου, καὶ κόψονται, καὶ κλαύσονται, καὶ εἰς τὸ πῦρ τὸ ἐξώτερον ἀπελεύσονται, οἱ μηδέποτε μετανοήσαντες· καὶ ἐν χαρᾷ καὶ ἀγαλλιάσει, ὁ τῶν Δικαίων κλῆρος, εἰσελεύσεται εἰς παστάδα οὐράνιον”.

“Ω ποία ώρα τότε, καί ημέρα φοβερά, όταν καθίση ο Κριτής επί θρόνου φοβερού! Βίβλοι ανοίγονται, καί πράξεις ελέγχονται, καί τά κρυπτά τού σκότους δημοσιεύονται, Άγγελοι περιτρέχουσιν, επισυνάγοντες πάντα τά έθνη. Δεύτε ακούσατε βασιλείς καί άρχοντες, δούλοι καί ελεύθεροι, αμαρτωλοί καί δίκαιοι, πλούσιοι καί πένητες, ότι έρχεται Κριτής, ο μέλλων κρίναι πάσαν τήν οικουμένην, καί τίς υποστήσεται από προσώπου αυτού, όταν Άγγελοι παρίστανται, ελέγχοντες τάς πράξεις, τάς διανοίας, τάς ενθυμήσεις, τά εν νυκτί καί εν ημέρα; ώ ποία ώρα τότε! Άλλά πρό τού φθάσαι τό τέλος, σπούδασον κράζουσα, ψυχή Ο Θεός, επίστρεψον, σώσόν με, ως μόνος εύσπλαγχνος.”

Μπορεί επίσης να σας αρέσει