Αναγνώσματα Κυριακής 16ης Σεπτεμβρίου

Ευφημίας μεγαλομάρτυρος (+304)  *  Ήχος Βαρύς  *  Εωθινόν Ε΄

Εὐαγγελικὸ Ἀνάγνωσμα: Μάρκ. η΄ 34 – θ΄ 1

Εἶπεν ὁ Κύριος· ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυ­ρὸν αὐτοῦ, καὶ ­ἀκολουθεί­τω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ­ψυ­χὴν αὐτοῦ σῶσαι, ἀπο­λέσει αὐτήν· ὃς δ᾿ ἂν ἀ­πο­λέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνε­κεν ἐμοῦ καὶ τοῦ εὐαγγελί­­ου, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ­ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ­ζημιωθῇ τὴν ψυχὴν αὐ­τοῦ; ἢ τί δώσει ­ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐ­τοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· ἀμὴν λέ­γω ὑμῖν ὅτι εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Αποστολικό Ανάγνωσμα: Γαλ. β΄ 16-20

Ἀδελφοί, εἰδότες ὅτι οὐ δικαιοῦται ἄνθρωπος ἐξ ἔργων νόμου ἐὰν μὴ διὰ πίστεως ᾿Ιησοῦ Χριστοῦ, καὶ ἡμεῖς εἰς Χριστὸν ᾿Ιησοῦν ἐπιστεύσαμεν, ἵνα δικαιωθῶμεν ἐκ πίστεως Χριστοῦ καὶ οὐκ ἐξ ἔργων νόμου, διότι οὐ δικαιωθήσεται ἐξ ἔργων νόμου πᾶσα σάρξ. εἰ δὲ ζητοῦντες δικαιωθῆναι ἐν Χριστῷ εὑρέθημεν καὶ αὐτοὶ ἁμαρτωλοί, ἆρα Χριστὸς ἁμαρτίας διάκονος; μὴ γένοιτο. εἰ γὰρ ἃ κατέλυσα ταῦτα πάλιν οἰκοδομῶ, παραβάτην ἐμαυτὸν συνίστημι. ἐγὼ γὰρ διὰ νόμου νόμῳ ἀπέθανον, ἵνα Θεῷ ζήσω. Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός· ὃ δὲ νῦν ζῶ ἐν σαρκί, ἐν πίστει ζῶ τῇ τοῦ υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ.

Μπορεί επίσης να σας αρέσει