Εξαποστειλάριον, Εωθινόν, Απόστολος και Ευαγγέλιον θ. λειτουργίας της Κυριακής 9ης Ιουλίου 2018

ΕΞΑΠΟΣΤΕΙΛΑΡΙΟΝ ΣΤ’

Δεικνύων ότι άνθρωπος, Σώτερ εί κατ’ ουσίαν, εν μέσω στάς εδίδασκες, αναστάς εκ τού τάφου, καί βρώσεως συμμετέσχες, βάπτισμα μετανοίας, ευθύς δέ πρός ουράνιον, ανελήφθης Πατέρα, καί Μαθηταίς, πέμπειν τόν Παράκλητον επηγγείλω, Υπέρθεε Θεάνθρωπε, δόξα τή σή Εγέρσει.

ΕΩΘΙΝΟΝ ΣΤ’. Ήχος πλ. β’
Η όντως ειρήνη σύ Χριστέ, πρός ανθρώπους Θεού, ειρήνην τήν σήν διδούς, μετά τήν Έγερσιν Μαθηταίς, εμφόβους έδειξας αυτούς, δόξαντας πνεύμα οράν, αλλά κατέστειλας τόν τάραχον αυτών τής ψυχής, δείξας τάς χείρας καί τούς πόδας σου, πλήν απιστούντων έτι, τή τής τροφής μεταλήψει, καί διδαχών αναμνήσει, διήνοιξας αυτών τόν νούν, τού συνιέναι τάς Γραφάς, οίς καί τήν Πατρικήν επαγγελίαν καθυποσχόμενος, καί ευλογήσας αυτούς, διέστης πρός ουρανόν. Δίο σύν αυτοίς προσκυνούμέν σε, Κύριε δόξα σοι.

ΕΥΑΓΓΕΛΙΟΝ ΕΩΘΙΝΟΝ ΣΤ’  (ΚΑΤΑ ΛΟΥΚΑΝ 24,36-53)

Τώ καιρώ εκείνω, αναστάς ο Ιησούς εκ νεκρών έστη εν μέσω αυτών, καί λέγει αυτοίς, Ειρήνη υμίν. πτοηθέντες δέ καί έμφοβοι γενόμενοι εδόκουν πνεύμα θεωρείν. καί είπεν αυτοίς, Τί τεταραγμένοι εστέ, καί διατί διαλογισμοί αναβαίνουσιν εν ταίς καρδίαις υμών. ίδετε τάς χείράς μου καί τούς πόδας μου, ότι αυτός εγώ ειμι, ψηλαφήσατέ με καί ίδετε, ότι πνεύμα σάρκα καί οστέα ουκ έχει, καθώς εμέ θεωρείτε έχοντα. καί τούτο ειπών έδειξεν αυτοίς τάς χείρας καί τούς πόδας. έτι δέ απιστούντων αυτών από τής χαράς, καί θαυμαζόντων, εί πεν αυτοίς, Έχετέ τι βρώσιμον ενθάδε; οι δέ επέδωκαν αυτώ Ιχθύος οπτού μέρος, καί από μελισσίου κηρίου. καί λαβών ενώπιον αυτών έφαγεν. Είπε δέ αυτούς, Ουτοι οι λόγοι, ούς ελάλησα πρός υμάς έτι ων σύν υμίν, ότι δεί πληρωθήναι πάντα τά γεγραμμένα εν τώ νόμω Μωσέως καί προφήταις καί ψαλμοίς περί εμού. τότε διήνοιξεν αυτών τόν νούν, τού συνιέναι τάς γραφάς. καί είπεν αυτοίς ότι Ούτω γέγραπται, καί ούτως είδει παθείν τόν Χριστόν, καί αναστήναι εκ νεκρών τή τρίτη ημέρα, καί κηρυχθήναι επί τώ ονόματι αυτού μετάνοιαν καί άφεσιν αμαρτιών εις πάντα τά έθνη, αρξάμενον από Ιερουσαλήμ, υμείς δέ εστε μάρτυρες τούτων. καί Ιδού εγώ αποστέλλω τήν επαγγελίαν τού πατρός μου εφ’ υμάς, υμείς δέ καθίσατε εν τή πόλει Ιερουσαλήμ, έως ού ενδύσησθε δύναμιν εξ ύψους. Εξήγαγε δέ αυτούς έξω έως εις Βηθανίαν, καί επάρας τάς χείρας αυτού, ευλόγησεν αυτούς. καί εγένετο εν τώ ευλογείν αυτόν αυτούς, διέστη απ’ αυτών, καί ανεφέρετο εις τόν ουρανόν. καί αυτοί προσκυνήσαντες αυτόν, υπέστρεψαν εις Ιερουσαλήμ μετά χαράς μεγάλης, καί ήσαν διαπαντός εν τώ ιερώ, αινούντες καί ευλογούντες τόν Θεόν. Αμήν.

ΑΠΟΣΤΟΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ Θ. ΛΕΙΤΟΥΡΓΙΑΣ: Κυριακή Στ΄ Επιστολών: Ρωμαίους 12, 6-14

Έχοντες δε χαρίσματα κατά την χάριν την δοθείσαν ημίν διάφορα, είτε προφητείαν, κατά την αναλογίαν της πίστεως, είτε διακονίαν, εν τη διακονία, είτε ο διδάσκων, εν τη διδασκαλία,  είτε ο παρακαλών, εν τη παρακλήσει, ο μεταδιδούς, εν απλότητι, ο προϊστάμενος, εν σπουδή, ο ελεών, εν ιλαρότητι.  Η αγάπη ανυπόκριτος. Αποστυγούντες το πονηρόν, κολλώμενοι τω αγαθώ,  τη φιλαδελφία εις αλλήλους φιλόστοργοι, τη τιμή αλλήλους προηγούμενοι,  τη σπουδή μη οκνηροί, τω πνεύματι ζέοντες, τω Κυρίω δουλεύοντες,  τη ελπίδι χαίροντες, τη θλίψει υπομένοντες, τη προσευχή προσκαρτερούντες,  ταις χρείαις των αγίων κοινωνούντες, την φιλοξενίαν διώκοντες.  Ευλογείτε τους διώκοντας υμάς, ευλογείτε και μη καταράσθε.

ΕΥΑΓΓΕΛΙΚΟΝ ΑΝΑΓΝΩΣΜΑ Θ. ΛΕΙΤΟΥΡΓΙΑΣ: ΜΑΤΘ. Θ, 1

Τῷ καιρῷ εκείνω, ἐμβὰς ὁ ᾿Ιησοῦς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ. Καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; Τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.