Ευαγγελικό και Αποστολικό Ανάγνωσμα Κυριακής 3ης Σεπτεμβρίου 2017

 

ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 3ης  ΣΕΠΤΕΜΒΡΙΟΥ 2017

 Ματθαίου  κα΄  33-42

33 Ἄλλην παραβολὴν ἀκούσατε. ἄνθρωπός τις ἦν οἰκοδεσπότης, ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκε καὶ ὤ­­­ρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησε πύργον, καὶ ἐ­­­ξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν. 34 ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλε τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35 καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36 πάλιν ἀπέστειλεν ἄλ-λους­ δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37 ὕστερον δὲ ἀπέστειλε πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου. 38 οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ κατάσχωμεν τὴν κληρονομίαν αὐτοῦ. 39 καὶ λαβόντες αὐτὸν ἐξ­­­έ­βαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40 ὅταν οὖν ἔλθῃ ὁ κύρι­­ος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41 λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώ­σεται ἄλλοις γεωργοῖς, οἵ­­τι­­­νες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς και­­ροῖς αὐτῶν. 42 λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς, λίθον ὃν ἀπε­δοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμα­στὴ ἐν ὀφθαλμοῖς ἡμῶν;

Σύντομος Ερμηνεία:

Αμπελώνας είναι ο ισραηλιτικός λαός, το έθνος αυτό που φύτεψε ο Θεός για ιεραποστολικό σκοπό προς τα άλλα έθνη. Διαβάστε το πέμπτο κεφάλαιο του προ­φήτου Ησαΐα, για να δείτε την αγάπη του Θεού στον αμπελώνα αυτόν, τον λαό του Ισραήλ. Έβαλε σ’ αυτόν γεωργούς, τους αρχιερείς και γραμματείς και πρεσβυτέρους, για να τον διδάσκουν και να τον νουθετούν. Αλλά αυτοί παραμέλησαν το έργο τους, αδιαφόρησαν για την αποστολή τους και θεώρησαν ιδιοκτησία τον θείο αμπελώνα. Γι’ αυτό και θανάτωσαν τους προφήτες, αυτούς τους πιστούς υπηρέτες του Θεού, και, το ακόμη χειρότερο, φό­νευσαν με φρικτό σταυρικό θάνατο τον ίδιο τον Υιό του Κυρίου τους, τον Ιησού Χριστό. Αυτόν πραγματικά τον είδαν σαν κληρονόμο του αμπελώνα, σαν βασιλέα του Ισραήλ, και, για να του πάρουν την κληρονομιά, τον θανάτωσαν και μάλιστα έξω από τον αμπελώνα, όπως είπε η σημερινή ευαγγελική περικοπή, έξω από τα Ιεροσόλυ­μα – «έξω της πύλης»  έπαθε ο Χριστός.

**********

**********

ΑΠΟΣΤΟΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΗΣ 3ης ΣΕΠΤΕΜΒΡΙΟΥ 2017

Α΄   Κορινθίους 16,13-24

13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε. 14  πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. 15  Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς· 16  ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι. 17  χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν· 18 ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους. 19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ. 20 ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. ἀσπάζεσθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. 21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. 22 εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. μαρὰν ἀθᾶ. 23  Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν. 24  ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ· ἀμήν.

Μπορεί επίσης να σας αρέσει