Περί της Αγίας Τετάρτης Οικουμενικής Συνόδου

Ἡ ἁγία καὶ Οἰκουμενικὴ Τετάρτη Σύνοδος συνεκροτήθη κατὰ τὸ 451 ἔτος ἀπὸ Χριστοῦ, ἐν Χαλκηδόνι, πόλει ἐπισήμῳ τῆς Βιθυνίας, ἐπὶ Μαρκιανοῦ Αὐτοκράτορος, καὶ Πουλχερίας(1). Πατέρες δὲ ᾖσαν ἐν αὐτῇ τὸν ἀριθμὸν ἑξακόσιοι τριάντα, ἀπὸ τοὺς ὁποίους οἱ λογάδες καὶ ὑπερέχοντες ᾖσαν, Ἀνατόλιος ὁ Κωνσταντινουπόλεως, Πασχασῖνος, καὶ Λουκίνσιος Ἐπίσκοπος, σὺν Βονιφατίω, καὶ Βασιλείῳ Πρεσβυτέροις, μὲ τοὺς ὁποίους ἦσαν καὶ Ἰουλιανὸς Ἐπίσκοπος, ἐπέχοντες τὸν τόπον τοῦ ἁγιωτάτου Λέοντος Ῥώμης, Μάξιμος ὁ Ἀντιοχείας, Ἰουβενάλιος ὁ Ἱεροσολύμων, οἵτινες κατεδίκασαν καὶ τῷ ἀναθέματι παρέπεμψαν τὸν δυστυχῆ Εὐτυχῇ Ἀρχιμανδρίτην, καὶ τὸν αὐτοῦ ὑπερασπιστὴν Διόσκορον τὸν μετὰ τὸν Κύριλλον γεγονότα Ἀλεξανδρείας Ἐπίσκοπον. Οὔτοι γὰρ εἰς τὴν ἐναντίαν πλάνην τοῦ Νεστορίου πεσόντες, εἰς τὴν ὁμοίαν ἐκείνου ἀπώλειαν συγκατέπεσον• διότι, ἐκεῖνος μὲν εἰς δύω πρόσωπα, καὶ δύο ὑποστάσεις τὸν ἕνα Χριστὸν ἐμέριζεν, οὔτοι δὲ τάς δύω τοῦ Χριστοῦ φύσεις θεότητα καὶ ἀνθρωπότητα, ἐξ ᾧν συντίθεται, καὶ ἐν αἷς γνωρίζεται καὶ προσκυνεῖται, εἰς μίαν φύσιν τολμηρῶς συνέχεον, μὴ νοοῦντες οἱ ἄφρονες, ὅτι ἐκ τοῦ δυσσεβοῦς τούτου φρονήματος συμπαιραίνεται νά μὴ ἦναι ὁ Χριστὸς τῆς αὐτῆς φύσεως τοῦ Πατρός, καὶ τῆς αὐτῆς φύσεως τῶν ἀνθρώπων, ἀλλὰ ἄλλης τίνος(2). Ὅθεν ἡ ἁγία αὐτὴ Σύνοδος ἀκολουθοῦσα εἰς τὸ Σύμβολον τῆς ἐν Νικαία A΄. καὶ τῆς ἐν Κωνσταντινουπόλει B΄. καὶ εἰς τὴν ἐπιστολὴν τοῦ Κυρίλλου Ἀλεξανδρείας, ταὐτὸν εἰπεῖν εἰς τὸν ὄρον τῆς ἐν Ἐφέσω Γ΄. ἀλλὰ δὴ καὶ εἰς τήν τοῦ ἁγιωτάτου Λέοντος Ῥώμης ἐπιστολὴν(3), τὸ μὲν κοινὸν Σύμβολον τῆς ἐν Νικαία A΄. Συνόδου, καὶ ἐν Κωνσταντινουπόλει B΄. ἀφῆκεν ἀνεπηρέαστον, ἀναθεματίσασα ἐκείνους ὅπου τολμήσουν νά προσθέσουν, ἤ να ἀφαιρέσουν ἀπὸ αὐτό, ἴδιον δὲ ὄρον τῆς ὀρθοδόξου πίστεως ἐποίησεν, ἔχοντα ἐπὶ λέξεως ταῦτα• (πράξ. ε΄.) «ἑπόμενοι τοίνυν τοῖς θείοις Πατράσιν, ἕνα καὶ τὸν αὐτὸν ὁμολογεῖν Υἱὸν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, συμφώνως ἅπαντες ἐκδιδάσκομεν, τέλειον τὸν αὐτὸν ἐν Θεότητι, καὶ τέλειον τὸν αὐτὸν ἐν ἀνθρωπότητι. Θεὸν ἀληθῶς, καὶ Ἄνθρωπον ἀληθῶς τὸν αὐτὸν ἐκ ψυχῆς καὶ σώματος, Ὁμοούσιον τῷ Πατρὶ κατὰ τὴν Θεότητα, καὶ ὁμοούσιον τὸν αὐτὸν ἡμῖν κατὰ τὴν ἀνθρωπότητα, κατὰ πάντα ὅμοιον ἡμῖν, χωρὶς ἁμαρτίας. Πρὸ αἰώνων μὲν ἐκ τοῦ Πατρὸς γεννηθέντα κατὰ τὴν Θεότητα, ἐπ’ ἐσχάτων δὲ τῶν ἡμέρων, τὸν αὐτὸν δι’ ἡμᾶς, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν, ἐκ Μαρίας τῆς Παρθένου τῆς Θεοτόκου, κατὰ τὴν ἀνθρωπότητα. Ἕνα καὶ τὸν αὐτὸν Χριστόν, Υἱόν, Κύριον, Μονογενῆ, ἐκ δύω Φύσεων ἀσυγχύτως, ἀτρέπτως, ἀδιαιρέτως, ἀχωρίστως γνωριζόμενον,(1) οὐδαμοῦ τῆς τῶν φύσεων διαφοράς ἀνῃρημένης διὰ τὴν ἕνωσιν, σῳζομένης δὲ μᾶλλον τῆς ἰδιότητος ἑκατέρας φύσεως, καὶ εἰς ἐν πρόσωπον, καὶ μίαν ὑπόστασιν συντρεχούσης. Οὐκ εἰς δύω πρόσωπα μεριζόμενον, ἤ διαιρούμενον, ἀλλ’ ἕνα καὶ τὸν αὐτὸν Υἱόν, καὶ μονογενῆ Θεὸν Λόγον, Κύριον Ἰησοῦν Χριστόν, καθάπερ ἄνωθεν οἱ Προφῆται περὶ αὐτοῦ, καὶ αὐτὸς ἡμᾶς ὁ Κύριος Ἰησοῦς Χριστὸς ἐξεπαίδευσε, καὶ τὸ τῶν Πατέρων ἡμῖν παραδέδωκε Σύμβολον.» Ἀκύρωσε δὲ ἡ Σύνοδος αὐτὴ καὶ τὸ πρὸ τοῦ, ἐν Ἐφέσω συστὰν λῃστρικὸν συνέδριον ἐν ἔτει 448, ἐν ᾧ ὁ μὲν Διόσκορος προΐστατο, τὸν Εὐτυχῆ ὑπερασπιζόμενος, οἱ δὲ τοῦ Ῥώμης τοποτηρηταὶ οὐκ εἱσηκούοντο, ὁ δὲ ἅγιος Φλαυϊανὸς Κωνσταντινουπόλεως, λακτισθείς, καὶ μὲ πολλὰς μάστιγας πληγωθείς, ἐτελεύτησεν. Ἐν τῇ Συνόδῳ ταύτῃ (πράξ. η΄.) ὁ μακάριος Θεοδώρητος εἰπών• «Ἀνάθεμα Νεστορίω, καὶ τῷ μὴ λέγοντι Θεοτόκον τὴν Ἁγίαν Μαρίαν, καὶ τῷ μερίζοντι τὸν ἕνα Υἱὸν τὸν μονογενῆ.» Ἀλλὰ καὶ τὸν Εὐτυχῆ ἀναθεματίσας, καὶ πᾶσαν αἵρεσιν, καὶ ὑπογράψας εἰς τὰ παρὰ τῆς Συνόδου ψηφισθέντα, ἐδικαιώθη, καὶ ἐκάθισεν εἰς τὸν τόπον αὐτοῦ ἐν τῇ Συνόδῳ, καὶ τὴν ἐπαρχίαν αὐτοῦ ἀνέλαβε. Κοντὰ δὲ εἰς ταὐτὰ πάντα, καὶ τοὺς παρόντας τριάκοντα Κανόνας ἐξέδωκεν, εὐρισκομένους ἐν τῇ ιε΄. πράξει αὐτῆς, ἐπικυρουμένους μὲν καὶ βεβαιουμένους ὀνομαστὶ καὶ ὠρισμένως ἀπὸ τὸν β΄. τῆς στ΄. ἀορίστως δὲ ἀπὸ τὸν α΄. τῆς ζ΄., οἵτινες εἶναι ἀναγκαῖοι πρὸς τὴν τῆς Ἐκκλησίας εὐκοσμίαν καὶ κατάστασιν. Τὰ δὲ πρακτικὰ τῆς παρούσης Συνόδου εἰς τρεῖς τόμους διαιροῦνται, καὶ ὁ μὲν πρῶτος τόμος περιέχει διαφόρους ἐπιστολάς, καὶ τὰ ἐν Κωνσταντινουπόλει ἐπὶ Φλαυϊανοῦ, καὶ ἐν Ἐφέσω, ὑπὸ τῆς λῃστρικῆς Συνόδου πεπραγμένα, ὁ δὲ β΄. τόμος περιέχει τάς δεκαὲξ πράξεις αὐτῆς ταύτης τῆς ἐν Χαλκιδόνι Συνόδου, ὁ δὲ γ΄. τόμος περιέχει διαφόρους ἐπιστολὰς τῆς Συνόδου καὶ τῶν Βασιλέων, καὶ ἀλλα μερικά, ὅσα μετ’ αὐτὴν ἒγιναν, ἀποβλέποντα πρὸς αὐτὴν(1). (Ὅρᾳ τὸν Δοσίθ. ἀπὸ σελ. 331. ἕως 397. καὶ τὸν β΄. τόμον τῶν Συνοδικῶν).

Μπορεί επίσης να σας αρέσει