Το Ευαγγέλικό και το Αποστολικό ανάγνωσμα της Κυριακής 21 Ιανουαρίου 2018 & το 11ο Εωθινό

 
Εὐαγγέλιον Κυριακῆς 21 Ἰανουαρίου 2018, ΙΕ΄ Λουκᾶ (Λουκ. ιθ΄ 1-10)
 Tῷ καιρῷ ἐκείνῳ, ­διήρχετο ὁ ᾿Ιησοῦς τὴν ῾Ιεριχώ· καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλού­μενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ οὗτος ἦν πλούσιος, καὶ ἐζήτει ἰδεῖν τὸν ᾿Ιησοῦν τίς ἐστι, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν ­ἔμπροσθεν ἀ­­­νέβη ἐπὶ συκομορέαν, ἵνα ἴ­­­­­δῃ αὐτόν, ὅτι ἐκείνης ­ἤμελλε διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τό­πον, ἀναβλέψας ὁ ᾿Ιησοῦς εἶδεν αὐτὸν καὶ εἶπε πρὸς αὐτόν· ­Ζα­κ­χαῖε, σπεύσας ­κατάβηθι· σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτω­λῷ ἀν­δρὶ εἰσῆλθε καταλῦσαι. ­σταθεὶς δὲ Ζακχαῖος εἶπε πρὸς τὸν Κύ­­ριον· ἰδοὺ τὰ ἡμίση τῶν ὑπαρχόντων μου, Κύριε, δίδωμι τοῖς πτωχοῖς, καὶ εἴ τινός τι ἐσυκο­φάντησα, ἀποδίδωμι τετραπλοῦν. εἶπε δὲ πρὸς αὐτὸν ὁ ᾿­Ιησοῦς ὅτι σήμερον ­σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν. ἦλθε γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ­ἀπολωλός.
Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 21 Ἰανουαρίου 2018 (ΛΒ΄ Κυριακῆς: Α΄ Τιμ. δ΄ 9-15)
Τέκνον Τιμόθεε, πι­στὸς ὁ λόγος καὶ πάσης ἀ­πο­δοχῆς ἄξιος· εἰς τοῦ­το γὰρ καὶ κοπιῶμεν καὶ ὀ­νειδιζό­μεθα, ὅτι ἠλ­πί­καμεν ἐπὶ Θεῷ ζῶντι, ὃς ἐστι σωτὴρ πάντων ἀν­θρώ­πων, μάλιστα πι­­στῶν. Παράγγελλε ταῦ­τα καὶ δίδασκε. μη­δείς σου τῆς νεότητος καταφρονείτω, ἀλ­­λὰ τύπος γί­νου τῶν πιστῶν ἐν λό­γῳ, ἐν ἀναστροφῇ, ἐν ἀ­γάπῃ, ἐν πνεύματι, ἐν πί­­­στει, ἐν ἁγνείᾳ. ἕως ἔρ­χομαι πρόσεχε τῇ ἀ­ναγνώσει, τῇ παρακλή­σει, τῇ διδασκαλίᾳ. μὴ ἀ­μέλει τοῦ ἐν σοὶ χα­ρί­σματος, ὃ ἐδόθη σοι διὰ προ­φητείας μετὰ ἐπι­θέ­σεως τῶν χειρῶν τοῦ πρε­σ­βυτερίου. ταῦτα με­λέτ­α, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φα­νερὰ ᾖ ἐν πᾶσιν.
Εωθινόν ια΄ –  Ἐκ τοῦ κατά Ἰωάννην (κα΄, 14-25)
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθείς ἐκ νεκρῶν, καί λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῶ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμανε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν, λέγει αὐτῷ· Ἀκολούθει μοι
Ἐπιστραφεὶς δὲ ὁ Πέτρος, βλέπει τὸν Μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ Μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς, ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;
Οὗτός ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.