Οκτάηχον Δοξαστικόν του Εσπερινού της Κοιμήσεως της Θεοτόκου

Θεαρχίω νεύματι πάντοθεν οι θεοφόροι απόστολοι υπό νεφών μεταρσίως αιρόμενοι, καταλαβόντες το πανάχραντον και ζωαρχικόν σου σκήνος εξόχως ησπάζοντο. Αι Δε υπέρτατοι των ουρανών δυνάμεις Συν τω οικείω δεσπότη παραγενόμεναι, Το θεοδόχον και ακραιφνέστατον σώμα Προπέμπουσι, τω δέει κρατούμεναι, Υπερκοσμίως δε προώχοντο και αοράτως εβόων ταις ανωτέραις ταξιαρχίαις, ιδού η παντάνασσα θεόπαις παραγέγονεν. Άρατε πύλας Και ταύτην υπερκοσμίως υποδέξασθε, Την του αεννάου φωτός μητέρα, Διά ταύτης γάρ η παγγενής των βροτών σωτηρία γέγονεν, η ατενίζειν ουκ ισχύομεν και ταύτη άξιον γέρας απονέμειν αδύνατον, ταύτης γαρ το υπερβάλλον υπερέχει πάσαν έννοιαν. Διό, άχραντε θεοτόκε, αεί συν ζωηφόρω βασιλεί και τόκω ζώσα, πρέσβευε διηνεκώς περιφρουρήσαι και σώσαι από πάσης προσβολής εναντίας την νεολαίαν σου, την γάρ σήν προστασίαν κεκτήμεθα, Εις τους αιώνας αγλαοφανώς μακαρίζοντες