ΚΥΡΙΑΚΗ ΤΗΣ ΤΥΡΙΝΗΣ: «Ανάμνηση της από του παραδείσου εξορίας του πρωτοπλάστου Αδάμ»
 

*************************************************************************

ΙΔΙΟΜΕΛΟΝ ΤΟΥ ΟΡΘΡΟΥ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ

“Ψάλλει ο Θρασύβουλος Στανίτσας, Άρχων Πρωτοψάλτης της ΜτΧ Εκκλησίας (1910-1987)”

΄Ηχος Α΄

“Τὸ στάδιον τῶν ἀρετῶν ἠνέωκται, οἱ βουλόμενοι ἀθλῆσαι εἰσέλθετε, ἀναζωσάμενοι τὸν καλὸν τῆς Νηστείας ἀγῶνα, οἱ γὰρ νομίμως ἀθλοῦντες, δικαίως στεφανοῦνται, καὶ ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ ἐχθρῷ ἀντιμαχησώμεθα, ὡς τεῖχος ἄῤῥηκτον κατέχοντες τὴν Πίστιν, καὶ ὡς θώρακα τὴν προσευχήν, καὶ περικεφαλαίαν τὴν ἐλεημοσύνην, ἀντὶ μαχαίρας τὴν νηστείαν, ἥτις ἐκτέμνει ἀπὸ καρδίας πᾶσαν κακίαν. Ὁ ποιῶν ταῦτα, τὸν ἀληθινὸν κομίζεται στέφανον, παρὰ τοῦ Παμβασιλέως Χριστοῦ, ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως”.

********************************************************************************

 Ευαγγελικό ανάγνωσμα Κυριακής 18ης Φεβρουαρίου 2018 (Ματθ. στ’ 14-21)
᾿Εὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀφήσει τὰ παραπτώματα ὑμῶν. ῞Οταν δὲ νηστεύητε, μὴ γίνεσθε ὥσπερ οἱ ὑποκριταὶ σκυθρωποί· ἀφανίζουσι γὰρ τὰ πρόσωπα αὐτῶν ὅπως φανῶσι τοῖς ἀνθρώποις νηστεύοντες· ἀμὴν λέγω ὑμῖν ὅτι ἀπέχουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφαλὴν καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ θησαυρίζετε ὑμῖν θησαυροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται διορύσσουσι καὶ κλέπτουσι· θησαυρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐρανῷ, ὅπου οὔτε σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσιν· ὅπου γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.

===

  Αποστολικό ανάγνωσμα Κυριακής 18ης Φεβρουαρίου 2018 (Ρωμ. ιγ’ 11-ιδ΄4)
Ἀδελφοί, νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. ῾Η νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ᾿Αποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. ῾Ως ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, ἀλλ᾿ ἐνδύσασθε τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. ῞Ος μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.
῾Ο ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. Σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; Τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.

*********************************************************************

ΔΟΞΑΣΤΙΚΟΝ ΤΩΝ ΑΙΝΩΝ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΗΣ ΤΥΡΙΝΗΣ

“Μέλος Βασιλείου Νικολαΐδου Ἄρχοντος Πρωτοψάλτου τῆς ΜτΧ Εκκλησίας ( 1915-1985)”

Ἦχος πλ. β´.

“Ἔφθασε καιρός, ἡ τῶν πνευματικῶν ἀγώνων ἀρχή, ἡ κατὰ τῶν δαιμόνων νίκη, ἡ πάνοπλος ἐγκράτεια, ἡ τῶν Ἀγγέλων εὐπρέπεια, ἡ πρὸς Θεὸν παῤῥησία, δι’ αὐτῆς γὰρ Μωϋσῆς, γέγονε τῷ Κτίστη συνόμιλος, καὶ φωνὴν ἀοράτως, ἐν ταῖς ἀκοαῖς ὑπεδέξατο, Κύριε, δι’ αὐτῆς ἀξίωσον καὶ ἡμᾶς, προσκυνῆσαί σου τὰ Πάθη καὶ τήν ἁγίαν Ἀνάστασιν, ὡς φιλάνθρωπος”.

********************************************************************************************************
      ΑΓΙΟΣ ΙΩΑΝΝΗΣ Ο ΠΡΟΔΡΟΜΟΣ Ο Ἰωάννης τό κρίνο τῆς ἁγνότητας, τό τριαντάφυλλο πού εὐωδιάζει ἀπό Ἅγιο Πνεῦμα, τό λιβάδι τῆς ἐγκράτειας, πού μᾶς γεμίζει μέ ἀγαθά, ἡ φωτοδότρα πηγή πού λάμπει κατά τή φανέρωση τοῦ Χριστοῦ πάνω στή γῆ, ὁ Ἰωάννης, ὁ στρατιώτης τοῦ οὐράνιου βασιλιᾶ, πού ὁ Ἴδιος τόν ξεχώρισε καί τόν ὑπέδειξε στό λαό Του, ὁ ἄριστος νυμφαγωγός τῆς Ἐκκλησίας τοῦ Χριστοῦ πρός τόν οὐράνιο Νυμφίο της Χριστό, ὁ ἀκούραστος διαλαλητής καί μάρτυρας τοῦ Χριστοῦ πού εἶναι ἡ μόνη Ἀλήθεια, ὁ Ἰωάννης, ὁ φλογερός κήρυκας τῆς μετάνοιας, ὁ σαρκωμένος ἄγγελος τοῦ Κυρίου, αὐτός πού φανέρωσε σέ ὅλους τόν Ἀμνό, πού θά σήκωνε πάνω του ὅλου τοῦ κόσμου τίς ἁμαρτίες.. (Αγ. Θεόδωρος ο Στουδίτης) ================================================================================================
Προς τον Άγιον Ιωάννη, τον Προφήτη, Πρόδρομο και Βαπτιστή του Σωτήρος ημών Ιησού Χριστού, Ιερά Παράκλησις
===========